Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. Τιτᾶνας, Οὐρανοῦ τε καὶ Χθονὸς τέκνα,
  2. οὐκ ἠδυνήθην: αἱμύλας δὲ μηχανὰς
  3. ἀτιμάσαντες καρτεροῖς φρονήμασιν
  4. ᾤοντ᾽ ἀμοχθὶ πρὸς βίαν τε δεσπόσειν:
  5. ἐμοὶ δὲ μήτηρ οὐχ ἅπαξ μόνον Θέμις,
  6. καὶ Γαῖα, πολλῶν ὀνομάτων μορφὴ μία,
  7. τὸ μέλλον ᾗ κραίνοιτο[*](κρανοῖτο Elmsley) προυτεθεσπίκει,
  8. ὡς οὐ κατ᾽ ἰσχὺν οὐδὲ πρὸς τὸ καρτερὸν
  9. χρείη,[*](χρείη Dawes: χρὴ: ἢ M (χρεῖ᾽ ἦ in margine m1): χρὴ ἢ recc.) δόλῳ δὲ[*](δὲ omissum in M supplevit m1) τοὺς ὑπερσχόντας[*](ὑπερσχόντας Proson: ὑπερέχοντας codd.) κρατεῖν.