Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. κακαῖσι ποιναῖς ταῖσδέ μ᾽ ἀντημείψατο.[*](ἀντημείψατο recc.: ἐξημείψατο M)
  2. ἔνεστι γάρ πως τοῦτο τῇ τυραννίδι
  3. νόσημα, τοῖς φίλοισι μὴ πεποιθέναι.
  4. ὃ δ᾽ οὖν ἐρωτᾶτ᾽, αἰτίαν καθ᾽ ἥντινα
  5. αἰκίζεταί με, τοῦτο δὴ σαφηνιῶ.
  6. ὅπως τάχιστα τὸν πατρῷον ἐς θρόνον
  7. καθέζετ᾽, εὐθὺς δαίμοσιν νέμει γέρα
  8. ἄλλοισιν ἄλλα, καὶ διεστοιχίζετο
  9. ἀρχήν, βροτῶν δὲ τῶν ταλαιπώρων λόγον