Ars Rhetorica
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei quae exstant, Volume 5.2: Opuscula, Volume 2. Usener, Hermann; Radermacher, Ludwig; editors. Leipzig: Teubner, 1904.
Ἐπεὶ μέντοι συμβουλευτικῶν καὶ δικανικῶν ἐμνήσθημεν, λάβε καὶ παρὰ Πλάτωνος παραδείγματα ἀγώνων πλειόνων συμπεπλεγμένων καὶ τρόπον τινὰ πάντων 〈τῶν〉 μερῶν τῆς ῥητορικῆς συναγομένων. ἡ Σωκράτους Ἀπολογία τὴν μὲν πρότασιν ἔχει, ὡς τὸ ἐπίγραμμα δηλοῖ, ἀπολογίαν, ἔστι δὲ καὶ Ἀθηναίων κατηγορία, εἰ τοιοῦτον ἄνδρα εἰς δίκην ὑπήγαγον. καὶ κέκρυπται τὸ πικρὸν τῆς κατηγορίας τῷ ἐπιεικεῖ τῆς ἀπολογίας· ἃ γὰρ ὑπὲρ αὑτοῦ ἀπολογεῖται, Ἀθηναίων κα|τηγορεῖ. δύο μὲν αὗται συμπλοκαί. τρίτη δέ· ὁ λόγος ἐστὶ Σωκράτους ἐγκώμιον, καὶ τὸ ἐπαχθὲς τοῦ λόγου ἐπεσκίασται τῷ ἀναγκαίῳ τῆς ἀπολογίας· τρίτη αὕτη συμπλοκή. καὶ γεγόνασι δύο μὲν δικανικαὶ ὑποθέσεις συνημμέναι, ἡ ἀπολογία καὶ ἡ κατηγορία· μία δὲ ἐγκωμιαστική, ὁ ἔπαινος ὁ Σωκράτους. τετάρτη συμπλοκή, ἥ περ μεγίστη ὑπόθεσις τῷ Πλάτωνι, ἔχουσα συμβουλευτικῆς ἰδέας δύναμιν, φιλόσοφον δὲ τὴν θεωρίαν· ἔστι γὰρ τὸ βυβλίον παράγγελμα, ὁποῖον εἶναι δεῖ τὸν φιλόσοφον. τοῦτο, ὡς μὲν ἐν ῥητορικῇ, συμβουλευτικὴ ἰδέα· ὡς δ’ ἐν φιλοσοφίᾳ, δόγμα παραδιδόμενον· τοιοῦτον γὰρ εἶναι τὸν φιλόσοφον, ὁποῖος ἐν τῇ Ἀπολογίᾳ φαίνεται Σωκράτης. ταύτην τὴν
κρᾶσιν τῶν τεττάρων ὑποθέσεων ζηλώσας ὁ Δημοσθένης ἐν τῷ περὶ τοῦ στεφάνου τὴν μίμησιν ἐξήνεγκεν· καὶ γὰρ ἀπολογίαν ἔχει ὑπὲρ ὧν κατηγορεῖται, καὶ κατηγορίαν ἐλέγχοντος τοὺς ἠδικηκότας καὶ τῶν κακῶν αἰτίους, καὶ φανερῶς ἐγκώ|μιον δεικνύντος ἐφ’ οἷς ἄξιός ἐστι τοῦ στεφάνου, καὶ τὸ δόγμα ὡς ἐν λόγῳ δικανικῷ καὶ πολιτικῷ, ὁποῖον εἶναι 〈δεῖ〉 τὸν πολιτικὸν ἄνδρα καὶ σύμβουλον ἀγαθόν. λέγει γοῦν αὐτὸς ἐν τῷ λόγῳ σαφῶς· ταῦτα καὶ τοιαῦτα πράττειν, Αἰσχίνη, τὸν καλὸν κἀγαθὸν πολίτην δεῖ.Ταῦτα μὲν δή σοι παρὰ Δημοσθένους καὶ Πλάτωνος. ἀλλὰ καὶ Θουκυδίδης δύο ὑποθέσεις συμπλέκει ἐν τῷ ἐπιγραφομένῳ Ἐπιταφίῳ· τῆς μὲν γὰρ ἐγκωμιαστικῆς ἰδέας ἐστὶν ὁ ἐπιτάφιος, συμπλέκεται δὲ ἰδέα συμβουλευτική. οὐ γὰρ μᾶλλον ἐπαινεῖ τοὺς τεθνεῶτας ἢ τοὺς ζῶντας ἐπὶ τὸν πόλεμον παρακαλεῖ. τοῦτο μέντοι ἀναγκαίως ποιεῖ· ὁ γὰρ λέγων ἐστὶ τὸν ἐπιτάφιον Περικλῆς, ἀνὴρ τοῦ πολέμου αἴτιος. ἔτι μέντοι τριῶν ὄντων κεφαλαίων τοῦ ἐπιταφίου, ἐπαίνου θρήνου παραμυθίας, τὸ ἓν τῶν κεφαλαίων ὑπερβαίνει, τὸν θρῆνον· οὐ γὰρ συνέφερεν τῷ συμβουλευτικῷ οὐδὲ τῇ προτροπῇ τὸ θρηνεῖν, ὥς φησιν αὐτὸς ὁ Θουκυδίδης λέγων ὧδε· διό περ καὶ τοὺς τῶνδε νῦν τοκέας, ὅσοι πάρεστε, | οὐκ ὀλοφύρομαι μᾶλλον ἢ
παραμυθήσομαι. ποιεῖ δὲ τοῦτο ἀναγκαίως, ἐπειδὴ ἀρχομένου τοῦ πολέμου τὸν λόγον ποιεῖται· ὡς εἰ ἐθρήνησεν τοὺς πρώτους ἀποθανόντας, ἀθύμους ἂν ἐποίησεν τοὺς μέλλοντας πολεμεῖν. αὕτη μὲν δὴ τῆς διπλῆς ὑποθέσεως ἡ χρεία. πῶς δὲ ἔμιξεν τὰς κατασκευάς, καὶ πῶς μίξας αὐτὸς ὁμολογεῖ, φέρε θεασώμεθα. ἡ γὰρ κρᾶσις ἐστὶν ἡ τέχνη τοῦ σχήματος ἐν τοῖς λόγοις. κεφάλαιόν ἐστι τοῦ ἐγκωμίου ὁ τοῦ γένους λόγος· οἱ οὖν προτρέποντες εἰς τοὺς πολέμους τὰ τῶν προγόνων ἔργα διεξιόντες παρορμῶσι τοὺς ἀκούοντας· οὕτως συνετέλεσεν ὁ ἔπαινος τοῦ γένους εἰς τὴν συμβουλήν. πάλιν αὖ κεφάλαιόν ἐστιν ἐν τοῖς ἐγκωμίοις ἡ παραβολή, τὸ παρεξετάζειν τοὺς ἐπαινουμένους ἑτέροις τοῖς εὐδοκιμοῦσιν. ἀλλὰ μὴν ἐν τοῖς συμβουλευτικοῖς λόγοις, ὅτι ῥᾴδιος ὁ πόλεμός ἐστιν, ἐκ τοῦ παραβαλεῖν τὰ τῶν οἰκείων τοῖς τῶν ἐναντίων ἀποδείκνυται. χρώμενος οὖν τῷ τῆς | παραβολῆς λόγῳ καὶ τὸ ἐγκώμιον ὁμοῦ καὶ τὴν συμβουλὴν περαίνει. τοῦτο γὰρ ὑπέστη μὲν ἀποδείξειν ἀρχόμενος μὲν τοῦ λόγου ὑπισχνούμενος, ἐπὶ τέλει δὲ βεβαιούμενος, ὅπου καὶ ἐναλλάττει τὴν τάξιν τῶν κεφαλαίων καὶ δείκνυσιν, ὅτι πρεσβύτερον ἦν τῷ ῥήτορι τὸ τῆς συμβουλῆς τοῦ ἐγκωμιαστικοῦ λόγου. λέγει γὰρ ὧδε· ἀπὸ οἵας τε ἐπιτηδεύσεως ἦλθον ἐπ’ αὐτά, καὶ τρόπων ἐξ ὧν μεγάλα ἐγένετο, ταῦτα δηλώσας πρῶτον εἶμι καὶ ἐπὶ τὸν τῶνδε ἔπαινον, νομίζων ἐπί τε τῷ παρόντι οὐκ ἂν ἀπρεπῆ λεχθῆναι [δεῖν] αὐτά, καὶ τὸν πάντα ὅμιλον καὶ ἀστῶν καὶ ξένων σύμφορον εἶναι ἐπακοῦσαι αὐτῶν. ταῦτα μὲν ἐπ’ ἀρχῇ· προἰόντος δὲ τοῦ λόγου ἀποδείξας καὶ κεράσας ἐπάγει λέγων· καὶ [εἰ] ἐμήκυνα τὰ περὶ τῆς πόλεως, διδασκαλίαν τε ποιούμενος μὴ περὶ ἴσου ἡμῖν εἶναι τὸν | ἀγῶνα καὶ οἷς τῶνδε μηδὲν ὑπάρχει, καὶ τὴν εὐλογίαν ἃμα ἐφ’ οἷς νῦν λέγω φανερὰν σημείοις καθιστάς. τὸ γὰρ ἐπί τε τῷ παρόντι οὐκ ἂν ἀπρεπῆ λεχθῆναι αὐτά τῆς ἐγκωμιαστικῆς ἰδέας ἐστί· τὸ γὰρ * * κεφάλαιον ἐγκωμίου. τὸ δὲ καὶ τὸν πάντα ὅμιλον καὶ ἀστῶν καὶ ξένων σύμφορον εἶναι ἐπακοῦσαι αὐτῶν τῆς συμβουλευτικῆς ἰδέας ἐστίν· κυριώτατον γὰρ ἐν συμβουλῇ κεφάλαιον τὸ συμφέρον. καὶ διδασκαλίαν ποιούμενος μὴ περὶ σου ἡμῖν εἶναι τὸν ἀγῶνα καὶ οἷς τῶνδε μηδὲν ὑπάρχει τῆς συμβουλῆς ἀπόδειξιν ἔχει. τὸ δὲ τὴν εὐλογίαν ἅμα ἐφ’ οἷς νῦν λέγω φανερὰν σημείοις καθιστάς τοῦ ἐγκωμίου δείκνυσι τὴν ἰσχυν· τὴν δὲ κρᾶσιν αὐτῶν το ἃμα δηλοϊ. ταῦτά σοι καὶ παρὰ Θουκυδίδου.Ἀλλὰ καὶ ὐριπίδης ὁ ποιητὴς ἐν ὅλῳ δράματι λόγον ἐσχηματισμένον περαίνει, ἐν τῇ Μελανίππῃ τῇ
σοφῇ. κἀκεῖ δὲ τὸ σχῆμα διπλοῦν, τὸ μὲν αὐτοῦ τοῦ ποιητοῦ, τὸ δὲ τοῦ ὑποκειμένου προσώπου τῆς Μελανίππης. | συγγέγονεν Ἀναξαγόρᾳ ὁ Εὐριπίδης· δόγμα δὲ ἦν Ἀναξαγόρου τὸ ὁμοῦ πάντα χρήματα. μετὰ ταῦτα συγγενόμενος Σωκράτει καὶ κρείττονος λόγου μετασχών, ἀξιώσας, ὡς ἐμοὶ δοκεῖ, καὶ τὸν Ἀναξαγόρου λόγον μνήμης ἐν τοῖς δράμασιν, ἐξήγαγεν αὐτὸ τὸ δόγμα ἐν τῇ Μελανίππῃ τῇ σοφῇ. ἡ γοῦν ἀρχὴ τοῦ λόγου αὐτῷ αἰνίττεται τὴν πρὸς τὸν διδάσκαλον εὔνοιαν· φησὶ γὰρ ἡ ΜελανίππηΚαὶ οὐκ ἐμὸς ὁ μῦθος, ἀλλ’ ἐμῆς μητρὸς πάρα.ὁ μὲν Εὐριπίδου σχηματισμὸς οὖτος· ὁ δὲ τῆς Μελανίππης τίς; τὰ παιδία ἐξέθηκε εἰς τὰ τοῦ πατρὸς βουφόρβια· ὁ δὲ πατὴρ οἰόμενος εἶναι τοῦτο τέρας γνώμην ποιεῖται κατακαῦσαι τὰ παιδία· ἣ δὲ σῷσαι βουλομένη τὰ τέκνα, ὅτι μηδέν ἐστι τέρας, φιλοσοφεῖ. καὶ οὕτως | τὴν αὑτῆς χρείαν διοικεῖται ἐν παραινέσεως σχήματι φιλοσοφοῦσα.
Ἡ δέ γε κωμῳδία ὅτι πολιτεύεται ἐν τοῖς δράμασι καὶ φιλοσοφεῖ, ἡ τῶν περὶ. τὸν Κρατῖνον καὶ Ἀριστοφάνην καὶ Εὔπολιν, τί δεῖ καὶ λέγειν; ἡ γάρ τοι κωμῳδία αὐτὴ τὸ γελοῖον προστησαμένη φιλοσοφεῖ. Ξενορῶν δὲ ὁ καλὸς ὡς ἐν τῇ Παιδείᾳ βουλόμενος
τοὺς ἐκ τοῦ δήμου τῶν Περσῶν ὁμοσκεύους ποιῆσαι τοῖς ὁμοτίμοις, καὶ πάλιν βουλόμενος κοινὸν ἀγῶνα ἀρετῆς τοῖς ἄριστα στρατευσομένοις προτιθέναι, τοῖς τε ὁμοτίμοις διαλεγόμενος ἐν Κύρου λόγῳ ὡς αὐτοῖς χαριζόμενος, καὶ τοῖς δημοτικοῖς ὡς ἐκείνων προνοούμενος 〈σχηματίζει〉 ἐν ἑκατέρῳ τῷ λόγῳ, παρίημι λέγειν. ἐν δὲ τῇ Ἀναβάσει ὑποπτεύουσι μὲν οἱ στρατιῶται, ὡς ἐπὶ βασιλέα ὁ στόλος ἐστί, καὶ οὐκ ἔτι ἕπεσθαι Κύρῳ βούλονται· ὁ δὲ Κλέαρχος ἐν τοῖς στρατιώταις δημηγορεῖ ὑπισχνούμενος μὲν ἕψεσθαι τοῖς στρατιώταις πανταχόσε, ἐν δὲ τῷ λόγῳ κατασκευάζων τὸ ἀναγκαῖον εἶναι μένειν, μιμούμενος τὸν Ὁμήρου Φοίνικα. καὶ γὰρ ἐκεῖνος ἐν ταῖς Λιταῖς προτείνεται τὴν ὑπόθεσιν τῶν λόγων τοῦ Ἀχιλλέως, ὡς οὐ δυνατὸν 〈ὂν〉 αὑτῷ μένειν, ἂν ἐκεῖνος ἀπίῃ, ἀλλὰ πάντως ἑψόμενος τῷ Ἀχιλλεῖ. τὰς δὲ αἰτίας λέγων δι’ ἃς οὐκ ἂν ἀπολειφθείη τοῦ Ἀχιλλέως, ὅτι χρὴ μένειν τὸν Ἀχιλλέα κατασκευάζει, τῷ μὲν δοκεῖν δεικνύς, καθ’ ἃς προφάσεις οὐ μενετέον αὑτῷ, ἔργῳ δὲ ἀπαιτῶν τὰς χάριτας, ἅς εἰς τὸν Ἀχιλλέα κατέθετο θρέψας καὶ παιδεύσας, Ἀγαμέμνονι δὲ χάριν φέρων τῷ λόγῳ. καὶ ὅτι ταῦτα διανοούμενος τὸ σχῆμα τῶν λόγων ἐποιήσατο, αὐτὸς Ἀχιλλεὺς ἐπεκδιδάσκει. ὅπερ Ὁμήρῳ ἔθος, καὶ ὅςτις ἄλλος μετεχειρίσατο τὸ εἶδος τοῦτο, παρ’ Ὁμήρου μαθὼν τοῦτο ποιεῖ, τὸ ἐν ταῖς τῶν ἀποκρινομένων ῥήσεσι τῶν προειπόντων τὰς τέχνας διδάσκειν. λέγει τοίνυν ὁ Ἀχιλλεύς |Μή μοι σύγχει θυμὸν ὀδυρόμενος καὶ ἀχεύων, Ἀτρείδῃ ἥρωϊ φέρων χάριν.ὁρᾷς, ὡς τὴν τέχνην ὁ μαθητὴς τοῦ διδασκάλου ἀπεκαάλυψεν δεικνὺς ὅτι συνῆκεν, ὡς πάντα εἰς χάριν Ἀγαμέμνονος λέγεται καὶ ἐπὶ τῷ τὸν θυμὸν μαλάξαι τοῦ Ἀχιλλέως. εἶτα ἐπειδὴ χάριτας αὐτῷ κατελογίσατο ὁ Φοῖνιξ, ἵνα μὴ δοκοίη ἀχάριστος εἶναι, καὶ αὐτὸς πλαγίως ἀπολύεται τὴν αἰτίαν·
ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς.
Ταῦτα μὲν 〈τὰ〉 παραδείγματα ἕτερα προτείνοντος τοῦ ῥήτορος. ὑπολείπεται δὲ ἡμῖν ὁ λόγος ὁ περὶ τῶν τὰ ἐναντία λεγόντων οἷς βούλονται· ἐπειδὴ 〈δὲ〉 οὗτος ὁ λόγος τὸ τελεώτατον σχῆμά ἐστιν, πρότερον δείξωμεν παρὰ Ὁμήρῳ καὶ 〈ἃ〉 ἄλλα σχήματα ὑπεθέμεθα. ἦν δὲ τάδε· τὸ δοκεῖν τὰ αὐτὰ λέγοντα ἑτέραν ὑπόθεσιν περαίνειν, καὶ 〈τὸ〉 δοκεῖν ἐναντιούμενον * * * ὡς ἐν ἑτέρῳ λόγῳ | τὰς τῶν ἐσχηματισμένων ἀγώνων κατασκευὰς ποιησόμενον ἀναβολῇ τὸ σχῆμα παραδοῦναι. τούτων
τοίνυν τὰ παραδείγματα τίνα; ἐν τῷ β τῆς Ἰλιάδος, ὅτε κατέχουσιν τὸ Ἑλληνικὸν ὅ τε Ὀδυσσεὺς καὶ Νέστωρ, δοκοῦσιν μὲν ἀμφότεροι εἰς τὴν αὐτὴν ὑπόθεσιν λέγειν οὐ μόνον γε ἀλλὰ καὶ τὰ αὐτὰ λέγειν·ὥςτε γὰρ ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες ἀλλήλοισιν ὀδύρονται οἶκον δὲ νέεσθαι·ταῦτα Ὀδυσσεύς· ὁ δέ γε Νέστωρ
ὣ πόποι, ἦ δὴ παισὶν ἐοικότες ἀγοράασθε νηπιάχοις, οἷς οὔ τι μέλει πολεμήια ἔργα.πάλιν Ὀδυσσεύς
οὐδέ τοι ἐκτελέουσιν ὑπόσχεσιν, ἥν περ ὑπέσταν ἐνθάδ’ ἔτι στείχοντες ἀπ’ Ἄργεος ἱπποβότοιο.εἶτα ὁ Νέστωρ
ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τ’ ἀνδρῶν.καὶ πάλιν Ὀδυσσεὺς τὴν Κάλχαντος μαντείαν λέγει καὶ τὸ τέρας τὸ περὶ τὸν δράκοντα καὶ τὰ τῆς στρουθοῦ τέκνα. ὁ δέ γε Νέστωρ
φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα,καὶ λέγει τὰ οὐράνια σημεῖα καὶ τὰς δεξιὰς ἀστραπάς. ὅθεν καὶ παρέσχετο τοῖς πολλοῖς ζήτησιν, πότερος ἀμείνων ῥήτωρ ἐν τοῖς λόγοις τούτοις, Ὀδυσσεὺς ἢ Νέστωρ· καὶ μαρτύρονταί γε τὸν Ὅμηρον ἑκάτεροι λέγοντα, ὡς τὸν μὲν Ὀδυσσέα ἐπῄνεσεν τὸ πλῆθος, τὸν δὲ έστορα ὁ Ἀγαμέμνων· οἳ μὲν
μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο,ὃ δὲ εἰπών
τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν.καὶ ἄλλην πολλὴν φλυαρίαν περὶ τὴν παραβολὴν τῶν λόγων φλυαροῦσιν. τὸ δὲ ἦν ἄρα τέχνη· τοσοῦτον γὰρ | ἀπέχουσιν τοῦ ταὐτὰ λέγειν, ὥς τε οὐδ’ εἰς τὴν αὐτὴν ὑπόθεσιν λέγουσιν· σόφισμα δὲ τοῦτό ἐστι καὶ πάλαισμα τῶν ἀκουόντων. τί τοῦτο τὸ σόφισμα; ὁ μὲν Ὀδυσσεὺς κατασχεῖν βούλεται τοὺς Ἕλληνας ὡρμημένους ἀπιέναι· ὁ δὲ Νέστωρ κατεσχημένους ὑπὸ τοῦ Ὀδύσσεως καὶ μένοντας ἐκστρατεῦσαι βούλεται κατὰ γένη ἑκάστους ὑπὸ τῷ οἰκείῳ ἡγεμόνι. καὶ ἔστιν αὐτῷ ἡ τῶν λόγων ὑπόθεσις οὐχ ἥ περ τῷ Ὀδυσσεῖ· γελοῖος γὰρ ἂν ἦν πεπεισμένοις ἔτι διαλεγόμενος. ἀλλὰ τίς ἡ ὑπόθεσις τοῦ Νέστορος;
κρῖν’ ἄνδρας κατὰ φῦλα, κατὰ φρήτρας, Ἀγάμεμνον· ὣς φρήτρη φρήτρῃφιν ἀρήγει, φῦλα δὲ φύλοιςκαὶ τὰ τούτοις ἐφεξῆς εἰρημένα. διὰ τοῦτο καὶ πάνυ ἀρέσκει τῷ Ἀγαμέμνονι ὁ λόγος ὁ Νέστορος· ὁ γὰρ Νέστωρ, ὃ μάλιστα βούλεται ὁ Ἀγαμέμνων, τοῦτο περαίνει. βούλεται δὲ ἐκστρατεῦσαι τοὺς Ἕλληνας· διὸ καὶ τὴν ἀπόπειραν πεποίηται·
ἀλλ’ ἄγετ’, αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν. |διὰ τοῦτο ἐπαινεῖ τὸν έστορα, βουλόμενος πάντας τοὺς ἡγεμόνας καὶ τὸν δῆμον τῶν στρατιωτῶν ὁμοίως ὁμογνώμονας αὐτῷ γενέσθαι, λέγων
τοιοῦτοι δέκα μοι συμφράδμονες εἷεν Ἀχαιῶν.ἔνθα δὴ καὶ παραμυθούμενος τοὺς Ελληνας ὑπὲρ Ἀχιλλέως ἀγανακτοῦντας, ὁμολογίαν ἤδη ποιεῖται τοῦ ἁμαρτήματος, ἐπάγων τάδε τὰ ἔπη·
καὶ γὰρ ἐγὼν Ἀχιλεύς τε μαχησάμεθ’ εἵνεκα κούρης ἀντιβίοις ἐπέεσσιν· ἐγ δ’ ἦρχον χαλεπαίνων. εἰ δέ ποτ’ ἔς γε μίαν βουλεύσομεν, οὐκέτ’ ἔπειτα Τρωσὶν ἀνάβλησις κακοῦ ἔσσεται οὐδ’ ἠβαιόν.αὕτη οὖν ἡ τέχνη· ἐπειδὴ κατεσχημένους ὁρᾷ τοὺς Ἕλ ληνας ὑπὸ τοῦ δυσσέως, μέλλει δὲ ἕτερον ἐπάξειν λόγον, τὸν τοῦ πῶς δεῖ στρατεύεσθαι ἑκάστους, διὰ τῶν πεπεικότων ἤδη λόγων πορεύεται, ἵνα δεξαμένων τῶν ἀκροατῶν ἃ ἐπῄνεσαν λάθῃ ἐπαγαγὼν τὴν ἰδίαν ὑπόθεσιν. τοῦτο μὲν τὸ παράδειγμα τοῦ τὰ αὐτὰ δοκοῦντα ἑτέρ λέγειν ἕτερα ἀγωνίζεσθαι. |
Ὁ δὲ Διομήδης τί ποτε αὑτῷ βούλεται ἀθυμοῦντι τῷ Ἀγαμέμνονι λοιδορούμενος ἀκαίρως, ὡς ἄν τις οἰηθείη, καὶ ἀσυμφώνως τῇ αὑτοῦ γνώμῃ καὶ ἀνακολούθως τῇ τοῦ προοιμίου θεραπείᾳ;
Ἀτρείδη, σοὶ πρῶτα μαχέσσομαι ἀφραδέοντι, ἣ θέμις ἐστίν, ἄναξ, ἀγορῇ· σὺ δὲ μή τι χολωθῇς.τὸ μὲν προοίμιον ἀνδρὸς πράου, τὴν μέλλουσαν παρρησίαν ὡς ἐπὶ συμφέροντι γενησομένην παραμυθουμένου· ἃ δὲ ἐπιφερει·
ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσιν, φὰς ἔμεν ἀπτόλεμον καὶ ἀνάλκιδα. ταῦτα δὲ πάντα ἴσασ’ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες. σοὶ δὲ διάνδιχ’ ἔδωκε Κρόνου παῖς ἀγκυλομήτεω. σκῆπτρον μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων· ἀλκὴν δ’ οὔ τοι δῶκεν, ὅ τοι κράτος ἐστὶ μέγιστον.πῶς οὖν ταῦτα ἂν ἀλλήλοις συνᾴδοι τὸ ἀτυχοῦντι μνησικακεῖν τῷ Ἀγαμέμνονι τὸν Διομήδην, καὶ 〈τὸ〉 ὅτε μὲν ὠνείδισε, πράως ἐνεγκεῖν καὶ τῷ χαλεπαίνοντι Σθενέλῳ ἐπιτιμῆσαι
Τέττα, σιωπῇ ἧσο, ἐμῷ δ’ ἐπιπείθεο μύθῳ· οὐ γὰρ ἐγὼ νεμεσῶ Ἀγαμέμνονι ποιμένι λαῶν·ἐνταῦθα δὲ ἀπομνημονεύειν; εἰ γάρ τις φαίη διὰ τὸ ἠριστευκέναι τὸν Διομήδην ταῦτα ποιεῖν, ἀποφαίνει τὸν ἄνδρα ἀπαίδευτον, οὐ μετρίως τῇ εὐτυχίᾳ χρώμενον. ἀλλὰ τί ταῦτ’ ἐστίν; αὐτὴ ἡ κατηγορία Ἀγαμέμνονος μεγίστη παρὰ τοῦ Διομήδους τῷ βασιλεῖ συνηγορία ἐστί. βουλόμενος γὰρ αὐτῷ βοηθῆσαι καὶ κατασχεῖν τοὺς Ἕλληνας, ἐν | προσποιήσει τῆς πρὸς αὐτὸν ὀργῆς καὶ παρρησίας ἀναμένειν παραινεῖ, καὶ ὡς ἀγανακτῶν, εἰ οἴεται ὁ Ἀγαμέμνων τοὺς Ἕλληνας πεισθήσεσθαι ἀποπλεῖν, οὕτω πρὸς αὐτὸν παρρησιάζεται, ἐπιφέρων ταῖς λοιδορίαις τὴν ἔντεχνον ὑπόθεσιν·
δαιμόνι’, οὕτω που μάλα ἔλπεαι υἷας Ἀχαιῶν ἀπτολέμους τ’ ἔμεναι καὶ ἀνάλκιδας, ὡς ἀγορεύεις;καὶ ὅσα ἑξῆς ἐπιλέγει τὸν Ἀγαμέμνονα κελεύων, εἰ βούλεται, ἀποπλεῖν, τοὺς δὲ Ἕλληνας οὐκ 〈ἂν〉 ἀνασχέσθαι ἀπελθεῖν φάσκων· ἐπὶ τέλει δὲ νεανικῶς πάνυ ἐπαπειλῶν
εἰ δὲ καὶ αὐτοί, φευγόντων. ... νῶι δ’, ἐγὼ Σθένελός τε, μαχησόμεθ’, εἰς ὅ κε τέκμωρ Ἰλίου εὕρωμεν· σὺν γὰρ θεῷ εἰλήλουθμεν.τοῦτό σοι τὸ παράδειγμα τοῦ κατηγοροῦντα συναγορεύειν, ἐσχηματισμένῳ τῷ λόγῳ χρώμενον. |
ὁ δὲ Νέστωρ διαδεξάμενος τὸν λόγον παρὰ τοῦ Διομήδους τί ποιεῖ, θεασώμεθα καὶ τῶν λόγων τὴν τέχνην ἐξετάσωμεν, πρότερον τὴν ἀτοπίαν, ἂν ἁπλῶς ᾖ λεγόμενος ὁ λόγος, καταμαθόντες. ἐπαινεῖ μὲν γὰρ τὸν Διομήδην τῶν εἰρημένων, ἐπαινέσας δὲ οὔ φησι πάντα ἐκτελέσαι τὸν λόγον καὶ τοῦ μὴ ἐκτελέσαι τὰ ῥητέα τὴν ἡλικίαν αἰτιᾶται. ὑπισχνεῖται δὲ αὐτὸς ἐρεῖν καὶ πάντα διεξελεύσεσθαι· εἶτα μακρὰ προοιμιασάμενος καὶ ἐπανατεινάμενος λόγους τινὰς θαυμαστοὺς ὡς ἐρῶν, τοὺς μὲν φύλακας ἐκπέμπει ἐπὶ τὴν φυλακήν, τῷ δὲ Ἀγαμέμνονι συμβουλεύει δαῖτα παρασκευάζειν τοῖς γέρουσι, κἀκεῖ φησὶν πολλῶν λεγόντων τὰ παρὰ τοῦ
ἄριστα λέγοντος αἱρήσεσθαι τὸν Ἀγαμέμνονα. ταῦτα οὑτωσὶ μὲν ἀκοῦσαι ἄτοπά ἐστιν. ἀλλ’ εἰδέναι χρή, ὅτι 〈ὁ〉 Νέστωρ καὶ αὐτὸς σχηματίζει, καὶ δέχεται μὲν τὰ παρὰ τοῦ Διομήδους εἰρημένα, οὐχ ᾗ γνώμῃ 〈δὲ ὁ〉 Διομήδης εἶπεν, ἀλλ’ ὡς αὐτῷ συμφέρει πρὸς τὸν λόγον. ὁ γὰρ Διομήδης χαριζόμενος τῷ Ἀγαμέμνονι ἐπέπληξεν αὐτῷ· ὃ δὲ ἐπῄνεσεν αὐτοῦ τὴν παρρησίαν, ὡς καλῶς αὐτὸν λοιδορησά|μενον τῷ Ἀγαμέμνονι. τί οὖν τοῦτο βούλεται; παρασκευάσαι βούλεται τὸν Ἀγαμέμνονα ἱκετεῦσαι τὸν Ἀχιλλέα, καὶ διὰ τοῦτο ἀποδέχεται τοῦ νεανίσκου τὴν εἰς τὸν βασιλέα παρρησίαν. ἀτὰρ οὐ τέλος ἵκεο μύθων φησίν, ἦ μὴν καὶ νέος ἐσσί. . .,ἀτὰρ πεπνυμένα βάζεις Ἀργείων βασιλῆας. ... ἀλλ’ ἄγ’ ἐγών, ὡς σεῖο γεραίτερος εὔχομαι εἶναι, ἐξείπω καὶ πάντα διίξομαι.τήρει καὶ τὰ ὀνόματα· τὸ γὰρ ἐξείπω ὥςπερ ἀπορρήτου λόγου ἐξαγόρευσιν ἔχει.
οὐδε κε τίς μοι μῦθον ἀτιμήσει, οὐδὲ κρείων Ἀγαμέμνων.εἶτα πάλιν ἐπάγει τὸ σχῆμα ὡς διὰ κοινοῦ δόγματος καθαπτόμενος τοῦ Ἀγαμέμνονος· |
ἀφρήτωρ, ἀθέμιστος, ἀνέστιός ἐστιν ἐκεῖνος, ὅς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος.εἶτα δείξας τῷ Ἀγαμέμνονι τὴν ὁρμὴν τοῦ λόγου τὸ μὲν ἀποκαλύπτειν τὸν λόγον καὶ σαφῶς ἐλέγχειν αὐτὸν παρίησιν, ἀποπέμπεται δὲ τοὺς νεωτέρους, ὡς ἂν μὴ αἰσχύνοιτο ὁ Ἀγαμέμνων ἐκείνων ἀκουόντων ἐλεγχόμενος·
ἀλλ’ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ, δόρπα τ’ ἐφοπλισόμεσθα· φυλακτῆρες δὲ ἕκαστοι λεξάσθων παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός.εἶτα ἀποπέμψας τοὺς νέους ἰδίαν σύνοδον πρὸς τὴν παρρησίαν αὑτῷ μηχανᾶται ἐπιφέρων·
κούροισιν μὲν ταῦτ’ ἐπιτέλλομαι· αὐτὰρ ἔπειτα, Ἀτρείδη, σὺ μὲν ἄρχε· σὺ γὰρ βασιλεύτερός ἐσσι· δαίνυ δαῖτα γέρουσιν· ἔοικέ τοι, οὔ τοι ἀεικές.. . . πολλῶν δ’ ἀγρομένων τῷ πείσεαι, ὅς κεν ἀρίστην βουλὴν βουλεύσῃ.|εἶτα ἀναβαλλόμενος, ὡς εἰς τοῦτο ἐρῶν πάλιν ὑπαινίττεται καὶ τὰς ἀνάγκας τοῦ ἱκετεῦσαι δεῖν τὸν Ἀχιλλέα ἐπάγει βιαίως πρὸς τὸν Ἀγαμέμνονα λέγων·
μάλα δὲ χρεὼ πάντας Ἀχαιοὺς ἐσθλῆς καὶ πυκινῆς, ὅτι δήιοι ἐγγύθι νηῶν καίουσιν πυρὰ πολλά. τίς ἂν τάδε γηθήσειε;καὶ ἐπάγει τὴν ἀνάγκην τῆς ἱκετείας, ὡς οὐ δι’ ἀναβολῆς δέον αὐτὴν ἀλλ’ ἤδη γενέσθαι·
νὺξ δ’ 〈ἥδ’〉 ἠὲ διαρραίσει στρατὸν ἠὲ σαώσει.ταῦτα εἰπὼν ἐν κοινῷ, ἐπειδὴ καθ’ αὑτοὺς οἱ γέροντες γίνονται, ὥςπερ ἀποδείξας καὶ οὐ δεόμενος μακρῶν λόγων ἀποκαλύπτει τὸ σχῆμα φανερῶς λέγων·
οὐ γάρ τις νόον ἄλλον ἀμείνονα τοῦδε νοήσει, οἷον ἐγ νοέω ἠμὲν πάλαι ἠδ’ ἔτι καὶ νῦν ἐξέτι τοῦ, ὅτε διογενεῦς Βρισηίδα κούρην | χωομένου Ἀχιλῆος ἔβης κλισίηθεν ἀπούρας, οὔ τι καθ’ ἡμέτερόν γε νόον· μάλα γάρ τοι ἔγωγε πόλλ’ ἀπεμυθεόμην· σὺ δὲ σῷ μεγαλήτορι θυμῷ εἴξας ἄνδρα φέριστον, ὃν ἀθάνατοί περ ἔτισαν, ἠτίμησας· ἑλὼν γὰρ ἔχεις γέρας.εἶτα ἐπάγει· ἀλλ’ ἔτι καὶ νῦν
φρασσώμεσθ’, ὡς κέν μιν ἀρεσσάμενοι πεπίθοιμεν δώροισίν τ’ ἀγανοῖσιν ἔπεσσί τε μειλιχίοισιν.καὶ πείθεται τούτοις ὁ Ἀγαμέμνων. οὗτός σοι ὁ τρόπος τοῦ καὶ ὡς ἀναβαλλόμενον ἐρεῖν ἤδη λέγειν τὸν ἐσχηματισμένον λόγον.