Ars Rhetorica
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei quae exstant, Volume 5.2: Opuscula, Volume 2. Usener, Hermann; Radermacher, Ludwig; editors. Leipzig: Teubner, 1904.
Ἐπανέλθωμεν δὲ ἐπὶ τὸν ὑπόλοιπον λόγον τὸν περὶ τῶν τὰ ἐναντία λεγόντων καὶ τὰ ἐναντία βουλομένων οἷς λέγουσιν. τούτου τοίνυν τοῦ λόγου παράδειγμα ὁ
τοῦ Ὁμηροῦ ἐστὶν Ἀγαμέμνων, ἐν τῇ ἀποπείρᾳ τῶν Ἑλλήνων | τὸ εἶδος τῶν λόγων ἡμῖν παραδιδούς. καὶ πρῶτον μὲν προτείνας τὴν ὑπόθεσινἀλλ’ ἄγετ’ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν· πρῶτα δ’ ἐγὼν ἔπεσιν πειρήσομαι, ἥ θέμις ἐστί, καὶ φεύγειν σὺν νηυσὶ πολυκλήισι κελεύσω· ὑμεῖς δ’ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσινἐπάγει τὴν τέχνην ἐν τῇ δημηγορίᾳ ἀσθενεῖς προτάσεις προτείνων καὶ λαβὰς ἀντιλογίας διδοὺς τῷ βουλομένῳ ἐναντιοῦσθαι καὶ στρεφόμενα λέγων. ἴδωμεν δὲ αὐτὰ τὰ ἔπη·
Ζεύς με μέγας Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ, σχέτλιος, ὃς πρὶν μέν μοι ὑπέσχετο καὶ κατένευσεν Ἴλιον ἐκπέρσαντ’ εὐτείχεον ἀπονέεσθαι.ἔχοι τις ἂν ἀντειπεῖν πρὸς τὸν Ἀγαμέμνονα· εἰ τοίνυν ὑπέ|σχετο καὶ κατένευσεν, ὅ πέρ ἐστιν μέγιστον σημεῖον τοῦ ἀψευδεῖν τὸν Δία, ὡς αὐτὸς ὁ Ζεὺς ὁ Ὁμήρου λέγει·
εἰ δ’ ἄγε τοι κεφαλῇ κατανεύσομαι, ὄφρα πεποίθῃς· τοῦτο γὰρ ἐξ ἐμέθεν γε μετ’ ἀθανάτοισι μέγιστον τέκμωρ. οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδ’ ἀπατηλὸν οὐδ’ ἀτελεύτητον, ὅ τί κεν κεφαλῇ κατανεύσω·εἰ τοίνυν ὁ Ζεὺς ὑπέσχετό σοι καὶ κατένευσεν, πῶς ἀξιοῖς ἀποπλεῖν; εἶτα πάλιν ἐπάγει
νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν.πάλιν ἀντιλαβὴν διδοὺς ἐν τῷ δυσκλέα· δικαίως γὰρ ἄν τις ἀντείποι πρὸς αὐτόν, ὅτι οὐ χρὴ αἰσχρῶς ἀπαλλάττεσθαι. εἶτα ἑξῆς λέγει
οὕτω που Διὶ μέλλει ὑπερμενέι φίλον εἶναι·〈τήρει〉 τὴν φωνὴν αὐτήν, ὅτι στοχασμὸν ἔχει, οὐκ ἀπόφασιν σαφῆ. εἶτα ἐφεξῆς |
ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα ἠδ’ ἔτι καὶ λύσει·πάλιν εἴποι τις ἂν πρὸς αὐτόν· εἰ τοίνυν κατέλυσε πόλεις 〈πολλὰς〉 καὶ καταλύσει, πιστευτέον τῷ Διὶ καὶ μενετέον. τὸ δὲ ἐφεξῆς θαυμασίως στρεφόμενόν ἐστιν, ᾧ χρῆται καὶ ὁ ἀντιλέγων,
αἰσχρὸν γὰρ τόδε γ’ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι, μὰψ οὕτω τοιόνδε τοσόνδε τε λαὸν Ἀχαιῶν ἄπρηκτον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι.αὐτὸ γὰρ τοῦτο τὸ αἰσχρὸν ὁ μένειν ἀξιῶν προτείνει, καὶ ταῦτα αὐτὰ ’Οδυσσεὺς λέγει. τὸ δὲ τέλος τῶν λόγων ἰσχυρῶς ἐναντία βουλομένουυ ἐστὶν οἷς λέγει
ἀλλ’ ἄγεθ’, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες, φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν.τὸ γὰρ αἰσχρὸν τοῦ ὀνόματος κατέχει μᾶλλον ἢ ἀποπέμπει τοὺς Ἕλληνας. τούτῳ γέ τοι τῷ ὀνόματι καὶ ἡ Ἥρα πρὸς τὴν Ἀθηνᾶν χρῆται, τούτῳ ἡ Ἀθηνᾶ πρὸς τὸν δυσσέα, τούτῳ δυσσεὺς πρὸς τὸ πλῆθος, καὶ ὁ Ἀγαμέμνων δὲ πρὸς τὸν Ἀχιλλέα τούτῳ κέχρηται, καὶ ὅλως Ὅμηρος πανταχοῦ τὸ τῆς φυγῆς ὄνομα ἐπ’ αἰσχροῦ καὶ δειλίας τάττει. οὕτω μὲν δὴ καὶ ἐνδόσιμα καὶ εὐδιάλυτα προτείνει, καὶ στρεφόμενα καὶ ἐναντία λέγει.
Λοιπὸς δὲ ἡμῖν ἐστι λόγος, τοῦ λανθάνειν ἡ τέχνη. τίς οὖν ἡ τέχνη; ἡ τοῦ πάθους προσθήκη. ὡς γὰρ σχετλιάζων τοὺς λόγους ποιεῖται, καὶ ἤρξατο ἀπὸ τοῦ μέμφεσθαι τὸν Δία καὶ βλασφημεῖν εἰς τὸν θεόν· οὕτως ἔκλεψεν τὸν ἀκροατήν. οἱ γὰρ ἀκούοντες οἴονται αὐτὸν ὑπὸ ἀκρασίας οὐκ ἀκριβεῖ λόγῳ χρώμενον ἀλλὰ πάθει ταῦτα διεξιέναι. αὕτη καὶ τοῦ σχηματίζοντα τὸν σχηματισμὸν τοῦτον λαθεῖν ἡ μέθοδος.
Ἔχεῖς οὖν συμπλοκὴν πίστεων, ἥ περ μεγίστη σχημάτων μέθοδος· ἄ περ ἂν εἶπες εἰς ἁπλῆν ὑπόθεσιν, τὰ αὐτὰ λέγοντα ἐπὶ τῶν πλαγίων λόγων τὸ σχῆμα περαίνειν· συγκατασκευάζοντα τὸν οἰκεῖον ἀγῶνα τῷ κοινῷ, ὡς ἔμαθες παρὰ Δημοσθένους, παρὰ Θουκυδίδου, παρὰ Πλάτωνος· εὐδιάλυτα λέγειν· στρεφομένοις χρῆσθαι λόγοις ἐν προσποιήσει πάθους. καὶ ὅλως εἰδέναι χρή, ὅτι τὰ σχήματα οὐχὶ προσκρούματά ἐστιν 〈ἐν〉 ὀνομάτων ἀμφιβολίαις λεγόμενα, ἀλλὰ ἀγῶνες ὅλοι τέχνῃ τῆς συμπλοκῆς διοικούμενοι. ἡ μὲν γὰρ
διαίρεσις ἁπλῆ τῶν σχημάτων, ἡ δὲ κατασκευὴ τῶν κεφαλαίων ἑκάστων ὡς δι’ ἁπλῶν πορευομένοις τοὺς πλαγίους περαίνει λόγους.Τολμῶσί τινες λέγειν, ὅτι οὐκ ἔστιν ἐσχηματισμένη ἰδέα λόγων. δεῖ γὰρ ἁπλῶς λέγειν ἢ μὴ λέγειν. καὶ γὰρ οὐδὲν πλέον τὸ καθ’ ὑπόνοιαν λέγειν. | εἰ γὰρ συνίησιν ὁ ἀκούων, ἐξ ἴσου καθέστηκεν τῷ φανερῶς ἀκούοντι· εἰ μὴ συνίησι, πλέον οὐδὲν τῷ λέγοντι. ἡμεῖς δὲ φαμέν, ὅτι τοσοῦτον ἀπέχει ὀρθῶς λέγειν ὁ λέγων μὴ εἶναι ἐσχηματισμένους λόγους, ὥςτε τοὐναντίον οὐδεὶς λόγος ἀσχημάτιστος οὐδὲ ἁπλοῦς λόγος οὐδείς. καὶ δὴ ἀπὸ τῶν συντρόφων καὶ συνήθων ἀρχώμεθα. τὸ προσαγορεύειν ἄνευ σχήματος οὐ γίνεται· ὃ μὲν φιλοφρόνως προσαγορεύει, ὃ δὲ αἰδημόνως, ὃ δὲ σκώπτων, ὃ δὲ λαρῶς, ὃ δὲ ὡς θαυμάζων. αἱ κλήσεις εἰς ἴδια δεῖπνα σχηματισμοῦ δέονται· οὐ γὰρ πάντας ὁμοίως τις καλεῖ, ἀλλὰ ἑκάστῳ τὴν πρέπουσαν κλῆσιν προστίθησιν. αἱ τῶν δανεισμάτων ἀπαιτήσεις οὐ πρὸς πάντας ὅμοιαι, ἀλλ’ εὐπρεπείας δέονται καὶ διοικήσεως· καὶ αἳ μέν εἰσι θρασύτεραι, αἳ δὲ μετριώτεραι, αἳ δὲ ἄλλης προφάσεως δέον|ται. ἵνα βραχέως εἴπω, ὅλον τὸ τῆς εἰρωνείας σχῆμα ἐσχηματισμένου λόγου σημεῖόν ἐστι.
Δείξομεν δὲ καὶ ἀγῶνας ὅλους ἐσχηματισμένους καὶ λόγους δημηγορικοὺς [ἐσχηματισμένους] καὶ πανηγυρικῆς ἰδέας, καὶ ἀποφανοῦμεν τῶν σχημάτων τὰ εἴδη. ἔστιν δὲ ταῦτα· ἤτοι λέγει μὲν 〈ἃ〉 βούλεται, εὐπρεπῶς δὲ λέγει· ἢ ἕτερα προτείνων ἕτερα διοικεῖται· ἢ τὰ ἐναντία προτείνων τὰ ἐναντία διοικεῖται. 〈ποῦ〉 τούτων τὰ παραδείγματα καὶ ἡ διδασκαλία; Ὅμηρος πάντα παραδίδωσι.
Τὸ λέγοντα ζητεῖν εὐπρεπῶς λέγειν δείκνυσιν ἐπὶ τῆς Ἴριδος καὶ τοῦ οσειδῶνος ἀγανακτοῦντος πρὸς τὸν Δία· παραινεῖ αὐτῷ ἡ Ἶρις εὐπρεπέστερον λέγειν, ἵν’ ἀκινδυνότερος ὁ λόγος ᾖ· καὶ ταυτὶ παραινοῦσα ἐν τῇ | παρρησίᾳ τῆς παραινέσεως τὸ εὐπρεπὲς διοικεῖ· ὥςτε καὶ τὸ παράγγελμά ἐστι καὶ ἡ τέχνη παραδιδομένη·
Οὕτω γὰρ δή τοι, γαιήοχε κυανοχαῖτα, τόνδε φέρω Διὶ μῦθον ἀπηνέα τε κρατερόν τε, ἤ τι μεταστρέψεις;ταῦτα μὲν παραινεῖ τὸ εὐπρεπὲς διδάσκουσα. ποιεῖ δὲ αὐτὴ αὐτὸ πῶς; μετὰ γὰρ ἐπαίνων θεραπεύει αὐτόν, ἵνα ἀνάσχηται τῆς παρρησίας, καὶ τὴν ἀπειλὴν αὐτῷ ἐπάγει ὀνόματι ἑνὶ λέγουσα Διὶ μῦθον.
Ὁ δὲ ἕτερα λέγων καὶ ἕτερα διοικούμενος λόγος ἐστὶ τῆς Θέτιδος πρὸς τὸν Ἀχιλλέα, ἄλογος εἶναι
δοκῶν, ἂν μή τις τὸ σχῆμα γνῷ. παραμυθουμένη γὰρ τὸν υἱὸν ἐπὶ τῷ Πατρόκλου θανάτῳ λέγειἀγαθὸν δὲ γυναικί περ ἐν φιλότητι μίσγεσθαι. |τίς ἂν εἴη ταύτης τῆς παραινέσεως ἀπρεπεστέρα παρὰ μητρός; ἀλλὰ ὡς μητρικῶς παραμυθουμένη ὑπαινίττεται πρὸς τὸν Ἀχιλλέα, ὅτι οὐ χρὴ αὐτὸν τρυφᾶν, ἀλλὰ μεμνῆσθαι καὶ τῆς προτέρας χάριτος τῆς περὶ τὴν Βρισηίδα, ὅτι ἐπήμυνεν αὐτῷ ὁ Ζεύς, καὶ ἵνα ἀπολάβῃ, δεινὰ πεπόνθασιν οἱ Ἀχαιοί. ἵν’ οὖν μὴ ὀνειδίζοι τοῦτο, ὡς λύπης παραμυθίαν προτείνουσα τὸ καὶ συναναπαύσασθαι τῇ γυναικὶ τὴν ἀνάμνησιν ἐποιήσατο. σαφέστερον δὲ τὸ εἶδος τοῦτο δηλοῖ ὁ Διομήδους λόγος πρὸς Ἀγαμέμνονα, ὅτε Ἀγαμέμνων ἀπόπειραν ποιεῖται τῶν Ἐλλήνων τῶν ἀριστέων, τὸ δεύτερον κελεύων φεύγειν·
Ἀτρείδη, σοὶ πρῶτα μαχέσσομαι ἀφραδέοντι, ἣ θέμις ἐστίν, ἄναξ, ἀγορῇ· σὺ δὲ μή τι χολωθῇς. ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσιν, φὰς ἔμεν ἀπτόλεμον καὶ ἀνάλκιδα. ταῦτα δὲ πάντα ἴσασ’ Ἀργεῖοι ἠμὲν νέοι ἠδὲ γέροντες. σοὶ δὲ διάνδιχ’ ἔδωκε Κρόνου παῖς ἀγκυλομήτεω, σκήπτρῳ μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων· | ἀλκὴν δ’ οὔ τοι δῶκεν, ὅ τε κράτος ἐστὶ μέγιστον. δαιμόνι’, οὕτω που μάλα ἔλπεαι υἷας Ἀχαιῶν ἀπτολέμους τ’ ἔμεναι καὶ ἀνάλκιδας, ὡς ἀγορεύεις; εἰ δέ τοι αὐτῷ θυμὸς ἐπέσσυται, ὥςτε νέεσθαι, ἔρχεο· πάρ τοι ὁδός. νῆες δέ τοι ἄγχι θαλάσσης ἑστᾶσ’, αἵ τοι ἕποντο Μυκήνηθεν μάλα πολλαί. ἀλλ’ ἄλλοι μενέουσι καρηκομόωντες Ἀχαιοί, εἰς ὅ κέ περ Τροίην διαπέρσομεν· εἰ δὲ καὶ αὐτοί, φευγόντων σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν· νῶι δ’, ἐγὼ Σθένελός τε, μαχησόμεθ’, εἰς ὅ κε τέκμωρ Ἰλίου εὕρωμεν· σὺν γὰρ θεῷ εἰλήλουθμεν.οὗτος ὁ λόγος, ἂν μή τι ἕτερον διοικῆται ἢ λέγῃ, παντάπασιν ἄτοπός ἐστι καὶ ἀσχήμων· τὸ γὰρ ἐν κακοῖς ἐπιτίθεσθαι τῷ βασιλεῖ καὶ λοιδορεῖσθαι ἀπρεπέστατον. καὶ ἔοικέ πως ὁ Διομήδης ὁμολογεῖν, ὅτι ἀπρεπῶς χρῆται τῷ λόγῳ· προοιμιάζεται γοῦν παραιτούμενος. καὶ ἀτοπώτατον πρᾶγμα λέγειν, ὅτε μὲν αὐτῷ ὠνείδιζεν ὁ Ἀγαμέμνων, ἤνεγκεν εὐπρεπῶς καὶ τῷ Σθενέλῳ ἀποκρινομένῳ ἐπετίμησεν
Τέττα, σιωπῇ ἧσο, ἐμῷ δ’ ἐπιπείθεο μύθῳ. οὐ γὰρ ἐγὼ νεμεσῶ Ἀγαμέμνονι ποιμένι λαῶν ὀτρύνοντι μάχεσθαι ἐυκνήμιδας Ἀχαιούς.νῦν δὲ ἀναμιμνῄσκεται καὶ μνησικακεῖ. εἰ δέ τις φαίη ἐπειδὴ ἠρίστευσεν, θαρρεῖ, τοσούτῳ μᾶλλον ὑβριστότερος φαίνεται, εἰ τῇ τύχῃ ἐντρυφᾷ. ἀλλ’ εἰδέναι χρή, ὅτι αὗται αἱ λοιδορίαι πρὸς Ἀγαμέμνονα χρυσὸς ἦν τῷ Ἀγαμέμνονι. ἐν γὰρ σχήματι τοῦ ἀγανακτεῖν πρὸς αὐτὸν συναγορεύει· καὶ βουλόμενος παραινέσαι τοῖς ἀριστεῦσι μένειν καὶ μὴ ἀπαλλἀττεσθαι οὐκ ἐν σχήματι παραινέσεως διαλέγεται ἀλλ’ ἐν ὀργῆς τἦς πρὸς τὸν Ἀγαμέμνονα σχἠματι κατετόλμησεν τοιαύτην γνώμην καταθέσθαι εἰς μέσον. ἤδε γὰρ ἡ λοιδορία ἐπὶ τοῦτο ἔρχεται·
δαιμόνι’, οὕτω που μάλα ἔλπεαι υἷας Ἀχαιῶν ἀπτολέμους τ’ ἔμεναι καὶ ἀνάλκιδας, ὡς ἀγορεύεις;|ἃ γὰρ ἔδει συμβουλεύοντα πείθειν, μένειν, ταῦτα λέγει ὡς ἀγανακτῶν, εἰ ἀξιοῖ μένειν αὐτοὺς ὡς φεύγοντας· προτείνεται γάρ. εἶθ’ ἡ ἐπίτασις τοῦ σὺ πορεύου, καὶ οἱ ἄλλοι μενοῦσιν. οὐ γὰρ ἀξιοῖ συμβουλεύειν μένειν, ἀλλ’ ὡς πεπεισμένων διαλέγεται· εἶτα φοβούμενος, μὴ ἐνδῶσιν, καὶ αὐτοῖς συγχωρεῖ φεύγειν. οὗτος ὁ σχηματισμός ἐστι τοῦ ἄλλα λέγοντα ἄλλα διοικεῖν.
Τὸ δὲ τὰ ἐναντία οἷς λέγει διοικεῖσθαι ἐν τῇ ἀναγκαιοτάτῃ ἐστὶ δημηγορίᾳ τῇ Ἀγαμέμνονος. καὶ τηρητέον, ὅτι ἐν κινδύνοις οἱ σχηματισμοὶ εὑρίσκονται. ὁ γὰρ Ἀγαμέμνων ἀπόρως ἔχει ἐκστρατεῦσαι τοὺς Ἕλληνας, καὶ προτείνει αὐτὸς τὴν ἀπορίαν·
Ἀλλ’ ἄγετ’ αἴ κέν πως θωρήξομεν υἷας Αχαιῶν. πρῶτα δ’ ἐγὼν ἔπεσιν πειρήσομαι, ἣ θέμις ἐστί, καὶ φεύγειν σὺν νηυσὶ πολυκλήισι κελεύσω· ὑμεῖς δ’ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν.καὶ τῆς διαπείρας ἡ αἰτία φανερὰ τῷ νοῦν ἔχοντι, ὅτι ἐπειδὴ ὁ Ἀχιλλεὺς ἀφέστηκεν τοῦ Ἑλληνικοῦ καὶ οὐ συστρατεύεται (ἦν δὲ ἡγεμὼν πάντως τοῦ στρατεύματος), ζητεῖ, πῶς ἂν δίχα Ἀχιλλέως ἐξέλθοιεν. καὶ οἶδεν τοὺς Ἕλληνας ὀργιζομένους ἐπ’ Ἀχιλλεῖ, καὶ φοβεῖται, μὴ ἄρα, ἂν κελεύσῃ, οὐχ ὑπακούσωσιν τοῦ ταγεύοντος·
ἀλλ’ ἄγετ’ αἴ κέν πως θωρήξομέν υἷας Ἀχαιῶνκαὶ τὸ
πρῶτα δ’ ἐγὼν ἔπεσιν πειρήσομαι, ἢ θέμις ἐστί, καὶ φεύγειν σὺν νηυσὶ πολυκλήισι κελεύσω.καὶ ἐάν τις προτείνῃ ἡμῖν, ὅτι οὐ τυγχάνει τῆς προαιρέσεως Ἀγαμέμνων, ἀλλ’ ἀποπειρώμενος κινδυνεύει ἡττᾶσθαι καὶ ἀτυχῶς χρῆται τῷ λόγῳ (ὡρμήκασι γὰρ εἰς τὰς πατρίδας), ἀγνοεῖ ὅτι Ἀγαμέμνονος τέχνη αὕτη ἐστὶ τὸ ὁρμῆσαι αὐτούς· οὐ γὰρ οἴεται τῇ ἀποπείρᾳ τῶν λόγων καθέξειν αὐτούς. ἀλλὰ τίς ἡ τέχνη; ἐπειδὴ ἀγανακτοῦσιν ὑπὲρ Ἀχιλλέως, οὐκ ἐνδείκνυνται δὲ τὴν ἀγανάκτησιν, ἕως ἂν χρεία γένηται ἐξόδου, βούλεται αὐτοὺς ἀπορρῆξαι τὸν θυμὸν καὶ φανεροὺς γενέσθαι ὀργιζομένους, καὶ ὑπὸ τῶν ἀρίστων κατασχεθῆναι. τοῦτό τοι καὶ γίνεται· φαίνονται ἑτοίμως ἀπιόντες εἰς τὰς πατρίδας, Ὀδυσσεὺς δὲ καὶ Νέστωρ κατέχουσιν αὐτούς. ταῦτα οὖν ὁ Ἀγαμέμνων ἀποπειρώμενος φανερῶς τοῦ σχήματος τὴν διδασκαλίαν παιδεύει· τὰ γὰρ ἐναντία οἷς βούλεται λέγει. ἔστι δὲ ἡ μέθοδος τούτων τῶν λόγων θαυμαστή τις καὶ ἄτοπος· τὰς γὰρ ἐν λόγοις ῥητορικοῖς κακίας ταύτας αὕτη ἡ ἰδέα ἀρετὰς ἀναφαίνει. εἰσὶ δὲ κακίαι λόγων ῥητορικῶν τό τε εὐδιάλυτα λέγειν καὶ τὸ ἀγχίστροφα· ὧν τὸ μὲν ἀσθενείας, τὸ δὲ καὶ κινδύνου. δι’ ἀμφοτέρων πορεύεται ὁ Ἀγαμέμνων εἰκότως. | ὥςπερ γὰρ ὅταν τις ἃ βούληται λέγῃ, οὐ χρὴ αὐτὸν οὔτ’ ἐναντίοις ἔπεσι χρῆσθαι οὔτ’ εὐδιαλύτοις, οὕτως ὅταν τις ὧν λέγῃ τὰ ἐναντία βούληται, ἀνάγκη αὐτῷ τὴν κακίαν τὴν ἐπὶ τῶν λόγων ἀρετὴν ἐνταῦθα ποιήσασθαι· εἰ δὲ μή, συμβήσεται αὐτῷ ἐναντιώσει περιπεσεῖν ἄλλα τε πεῖσαι, οὐχ ἃ βούλεται. τοῦτο μὲν οὖν καὶ οἱ μελετῶντες ἴσασιν. ὅταν γάρ τις προσέλθῃ τῇ βουλῇ ἀξιῶν ἀποθανεῖν, οὐδεὶς αὐτῶν ἀποθανεῖν βούλεται, ἀλλὰ τὰ ἐναντία βούλεται ὧν λέγει. . καὶ οἱ τὰ δῶρα 〈τὰ〉 παρὰ τῶν φίλων ἀπωθούμενοι, βουλόμενοι δέξασθαι, λέγουσιν μὲν τὰ ἐναντία, πράττουσιν δὲ τὰ ἐναντία. δεῖ οὖν ἡμᾶς διδάξαι, πῶς μὲν λέγει εὐδιάλυτα καὶ στρεφόμενα, τὸ δὲ μέγιστον, πῶς ἔλαθεν τοῦτο ποιῶν· ἐπεὶ συμβήσεται, ἂν κατάφωρος ἡ τέχνη γένηται, καὶ τὸν ἀκούοντα ἀντιτεχνάζειν καὶ ἀντισχηματίζειν, προσποιούμενον πείθεσθαι καὶ συγχωρεῖν. ὅτι μέντοι εὐδιάλυτα λέγει, ἐκεῖνο σημεῖον· |
ὃς πρὶν μέν μοι ὑπέσχετο καὶ κατένευσεν Ἴλιον ἐκπέρσαντ’ εὐτείχεον ἀπονέεσθαι·εἰ τοίνυν ὑπέσχετο καὶ κατένευσεν, περιμενετέον.
νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει δυσκλέα Ἄργος ἱκέσθαι·πάλιν ἀντιλαβὴν ἔχει· οὐ γὰρ δεῖ δυσκλεᾶ ἀπιέναι. ταῦτα μὲν εὐδιάλυτα· ἐκεῖνα δὲ σαφῶς στρεφόμενα
αἰσχρὸν γὰρ τόδε γ’ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι, μὰψ οὕτω τοιόνδε τοσόνδε τε λαὸν Ἀχαιῶν ἄπρηκτον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι.ταὐτὰ φανερῶς ὁ ἀντιλέγων ἐρεῖ·
αἰσχρὸν γὰρ τόδε γ’ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι. πῶς οὖν διοικεῖ; ὅτι μὲν γὰρ εὐδιάλυτα λέγει καὶ στρεφόμενα, δῆλον· καὶ ἔτι μᾶλλον, ἂν ἐπεξίῃ τις τὴν τέχνην τῶν ἐπῶν, εὑρήσει. ἀλλὰ τίς ἡ τέχνη τῶν τοιούτων; πάθους προβολὴ πρὸ τοῦ λόγου, ἵνα δοκῇ ὑπὸ λύπης φέρεσθαι αὐτῷ ὁ λόγος, μὴ ἐξ ἐπιβουλῆς διοικεῖσθαι. διὰ τοῦτο Ἀγαμέμνων ἀπὸ σχετλιασμοῦ ἤρξατο·
Ζεύς με μέγας Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ σχέτλιος.ὁ οὖν τῷ Διὶ οὕτω προσφερόμενος καὶ βλασφημῶν δῆλός ἐστιν ὑπὸ λύπης 〈ἐξιστάμενος〉 καὶ ἀσύμφωνα αὑτῷ λέγων. · πάθους οὖν προβολὴ κλοπὴ γίνεται διοικήσεως τεχνικῆς. τοιοῦτο μέν ἐστι τὸ σχῆμα τοῦ τὰ ἐναντία λέγειν οἷς βούλεται.