Ars Rhetorica

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei quae exstant, Volume 5.2: Opuscula, Volume 2. Usener, Hermann; Radermacher, Ludwig; editors. Leipzig: Teubner, 1904.

Ἀγῶνας ἐσχηματισμένους παντάπασιν οὔ φασιν εἶναι τινές, ἀλλὰ μέρη μὲν ἀγώνων ἐσχηματίσθαι συνομολογοῦσιν, τὸ δὲ ὅλας ὑποθέσεις διὰ τούτου τοῦ τρόπου τῶν λόγων περαίνεσθαι οὐχ οἷόν τε εἶναι φασί (μὴ γὰρ δυνατὸν εἶναι μὴ σαφῶς ἀκούοντας τοὺς ἀκροωμένους συνἱέναι περὶ οὗ ὁ λόγος ἐστίν), οὐδὲ τοὺς παλαιοὺς κεχρῆσθαι τῷ τοιούτῳ εἴδει τῶν λόγων καὶ τῶν ἀγώνων. ἡμεῖς δὲ καὶ ὅσοι τρόποι τῶν ἐσχηματισμένων ἀγώνων, φράσομεν, καὶ τῆς μεταχειρίσεως αὖ τὴν μέθοδον δηλώσομεν, αὐτοὺς τοὺς παλαιούς οὓς οὔ φασί τινες κεχρῆσθαι τῷ τρόπῳ τῶν λόγων, μαρτυρόμενοι.

Ἐστι γὰρ τῶν καλουμένων σχημάτων εἴδη γ̄· τὸ μέν ἐστι σχῆμα λέγον μὲν ἃ βούλεται, δεόμενον δὲ εὐπρεπείας ἢ δι’ ἀξίωσιν τῶν προσώπων, πρὸς οὓς ὁ λόγος, ἢ δι’ ἀσφάλειαν πρὸς τοὺς ἀκούοντας. καὶ τούτῳ μὲν τῷ εἴδει οὐκ ἀντιλέγουσιν οἱ ῥητορικοί, ἀλλὰ καλοῦσιν αὐτὸ χρῶμα. τοὺς γὰρ εὐπροσώπους λόγους, οὐκ οἶδα ὁπόθεν ὁρμηθέντες, οὕτως ὀνομάζουσιν, ὅταν ἢ πρὸς πατρίδα τις διαλέγηται ἢ πρὸς

ἀριστέα ἢ πρὸς | στρατηγὸν ἢ πρὸς ἀρχήν τινα ἢ πρὸς ὅλην πόλιν. τὸ δέ τι σχῆμά ἐστι πλαγίως ἕτερα μὲν λέγον, ἕτερα δὲ ἐργαζόμενον ἐν λόγοις. τρίτον σχῆμά ἐστι τὸ οἷς λέγει τὰ ἐναντία πραχθῆναι πραγματευόμενον.

Τοῦ μὲν οὖν καλουμένου ὑπὸ τῶν πολλῶν χρώματος οὔτε ἀποκεκρυμμένη οὔτε χαλεπὴ 〈ἡ〉 μέθοδος. ἐπιείκεια γὰρ προστεθεῖσα τοῖς λόγοις καὶ τὸ ὑποστέλλεσθαι τῇ παρρησίᾳ, αὐτό 〈τε〉 τοῦτο τὸ αἰδεῖσθαι προσποιεῖσθαι καὶ τὸ ὁμολογεῖν μὴ βούλεσθαι τολμηρῶς μηδὲ ἀποκεκαλυμμένως λέγειν ἡ μέθοδός ἐστι τῶν τοιούτων λόγων. μεγίστη δὲ καὶ βαθυτάτη ἐν τούτοις τοῖς λόγοις μέθοδος, τὸ ἑτέρας αἰτίας ὑπο βαλέσθαι εὐσχήμονας πρὸ τῶν λυπούντων λόγων. Οἱ δὲ ἕτερα μὲν λέγοντες, ἕτερα δὲ βουλόμενοι τίνι μεἀκροωμένοις· ἃ δὲ βούλονται πεῖσαι, τοῖς προταθεῖσι συγκατασκευάζουσι. καὶ τρόπον τινὰ διπλοῦν ἀγῶνα ἀγωνίζονται· τῷ μὲν γὰρ λόγῳ | τὸ κοινὸν προτείνουσιν, τέχνῃ δὲ οὗ τὴν χρείαν ἔχουσιν. Ὁ δὲ οἷς λέγει τὰ ἐναντία βουλόμενος λόγος, ἀκοῦσαι οὑτωσί, ἄτοπόν τινα τὴν μέθοδον ἔχειν δόξει· δεῖ γὰρ εἰς ἐναντιώσεις ὑποπίπτοντα φαίνεσθαι τοῖς ἀκούουσιν· καὶ ἐν τούτῳ τῷ εἴδει τὸ καινότατον δὴ φαίνεται τέχνη ῥήτορος οὖσα τὸ ἐναντία λέγειν. τίς ὁ λόγος;

βραχὺς καὶ σαφής. ὥςπερ γὰρ ἐν τοῖς ἁπλοῖς τῶν ἀγώνων φέλειαν ἔχει τὸ μὴ δοκεῖν ἐναντία λέγειν, οὕτως ἐνταῦθα κέρδος αἱ ἐναντιώσεις ἔχουσιν, τὸ δὲ μὴ ἐναντία λέγειν ζημίαν. καὶ πάνυ δικαίως· εἰ γὰρ οἷς λέγει τις τὰ ἐναντία βούλεται, ἂν 〈ἃ〉 λέγῃ πείσῃ, τὰ ἐναντία πράξει· ἂν δὲ ἃ βούληται κατεργάζηται, τὰ ἐναντία οἷς λέγει πείθειν δόξει. μέθοδος δὲ τούτων τίς; ὥςπερ ἐν τοῖς ἁπλοῖς ἀγῶσι * * * , 〈οὕτως ἐν τοῖς τοιούτοις ἀγῶσι〉 τὰς προτάσεις τὰς οἰκείας ἀσθενεῖς εἶναι δεῖ, τὰς δὲ τοῦ ἀντιδίκου | ἰσχυράς, καὶ τὰ μὲν παρ’ αὑτοῦ εὐδιάλυτα προβάλλεσθαι, τὰ δὲ παρὰ τοῦ ἐναντιουμένου δυσκαταγώνιστα· αὕτη μία μέθοδος. δευτέρα δέ· ὥςπερ ἐν τοῖς ἁπλοῖς ἀγῶσιν οὐ χρὴ στρεφόμενα λέγειν οὐδ’ οἷς ἂν καὶ ὁ ἀντίδικος χρήσαιτο, οὕτως ἐν τοῖς τοιούτοις τῶν ἀγώνων τοιαῦτα λέγειν δεῖ, οἷς καὶ ὁ ἀντιλέγων χρήσεται. οἱ μὲν οὖν κυριώτατοι τρόποι τῶν ἐσχηματισμένων λόγων οὗτοι.

Ἤρτηνται δὲ τούτων τῶν τρόπων κἀκεῖνα· τὸ τὰ αὐτὰ δοκοῦντα λέγειν ἑτέρῳ προειπόντι ἑτέραν ὑπόθεσιν διοικεῖσθαι· τὸ ἐναντιοῦσθαι δοκοῦντα τῷ λόγῳ βοηθεῖν τῷ ἔργῳ, προκατασκευάσαντος τοῦ σχήματος τὴν χρείαν· τὸ 〈ὡς ἐροῦντα〉 ἐν ἄλλῳ λόγῳ ὑπερβαλέσθαι τὴν ὑπὲρ αὐτοῦ παρρησίαν εἰς ἕτερον καιρόν.

Τούτων δὴ καὶ τὰ παραδείγματα λαβεῖν ἐκ τῶν βυβλίων. ληψόμεθα δὲ παρὰ Δημοσθένους, Θουκυδίδου, Ξενοφῶντος, Πλάτωνος, | Εὐριπίδου, τῆς κωμῳδίας, Ὁμήρου· ἀπὸ πασῶν ἰδεῶν τῆς ῥητορικῆς, συμβουλευτικῆς δικανικῆς πανηγυρικῆς.

Μεμνῆσθαι χρή, ὅτι τῇ μεθόδῳ [καὶ περὶ τῶν σχημάτων τῶν ἐναντία βουλομένων οἷς λέγουσιν ἀγωνιζόμενοι], ἐάν τις πορεύηται, ὡς ἔφαμεν, δι’ ἐναντιώσεων, μέγας κίνδυνος πρόσεστι τῷ μὴ φωραθῆναι ὑπὸ τῶν ἀκροωμένων, ὅτι τεχνάζει, τῆς ἐναντιώσεως εἰς δόξαν ἐμπεσεῖν· εἰ γὰρ μὴ ἐλεγχθείη ἡ τέχνη, συμβήσεται φιλονεικοῦντας, ἃ προσποιεῖται λέγειν, συγχωρεῖν τῷ ῥήτορι, οὐχ ἃ βούλεται ταῦτα ψηφίζεσθαι. φράσομεν οὖν καὶ ὅπως τις ἂν λάθοι μεταχειριζόμενος τὸν δι’ ἐναντιώσεων λόγον.

Δημοσθένης τοίνυν ὁ ῥήτωρ, ἵνα πρῶτον καὶ τὸ ὄνομα τοῦ σχήματος καὶ τὴν χρείαν δείξωμεν παρ’ αὐτῷ | δεικνύντες, ἐν τῷ περὶ τοῦ στεφάνου διηγούμενος λόγον, ὃν συνεβούλευσεν διαθέσθαι πρὸς Θηβαίους, οὐχ ἁπλοῦν ἀλλά τινα τεχνικόν, ὧδέ πως λέγει καὶ ἐπὶ τῷ λόγῳ τὸ ὄνομα ἐπάγει τῆς τέχνης· ἐπειδὰν

δὲ ἔλθωσιν οἱ πρέσβεις εἰς Θήβας, πῶς χρήσασθαι τῷ πράγματι παραινῶ; τούτ πάνυ μοι προσέχετε τὸν νοῦν. μὴ δεῖσθαι Θηβαίων μηδέν (αἰσχρὸς γὰρ ὁ καιρός), ἀλλ’ ἐπαγγέλλεσθαι βοηθήσειν, ὡς ἐκείνων μὲν ὄντων ἐν τοῖς ἐσχάτοις, ἡμῶν δὲ ἄμεινον ἢ ’κεῖνοι καὶ τὸ μέλλον προορωμένων, ἵν’ ἐὰν μὲν δέξωνται ταῦτα καὶ πεισθῶσιν ἡμῖν, καὶ ἃ βουλόμεθα ὦμεν διῳκημένοι καὶ μετὰ σχήματος ἀξίου τῆς πόλεως ταῦτα πράξωμεν. `Ορᾷς καὶ τὸ ἔργον τῆς διοικήσεως, καὶ τὸ ὄνομα ἐπι|φερόμενον τῷ ἔργῳ, τὸ σχῆμα. ὁ αὐτὸς τοίνυν Δημοσθένης ἐν μὲν τῷ περὶ τῆς πρεσβείας, 〈ἵνα〉 ἀπὸ δικανικοῦ λόγου ἀρξώμεθα, ἄλλα προτείνων ἄλλα κατασκευάζει, δι’ ὅλου τοῦ βυβλίου διοικούμενος διοίκησίν τινα τοιαύτην· κεφάλαια ἔστιν ἅ περ ἀσθενῆ ὄντα τῷ Δημοσθένει, ἐὰν ἐφ’ αὑτῶν προτείνηται, ἐλέγχεται· ταῦτα ἵνα πιθανὰ ποιήσῃ, ἕτερα μὲν προτείνει, λαβὼν δὲ τὸν ἀκροατὴν προσέχοντα τοῖς προταθεῖσι συμπλέκει τὰς πίστεις τῶν ἀσθενῶν τοῖς προτεινομένοις. οἷον, ἵνα ὁ λόγος ἔχῃ παράδειγμα, ἔροιτ’ ἂν εἰκότως ὁ Αἰσχίνης τὸν Δημοσθένην· Διὰ τί τῆς προτέρας πρεσβείας οὐ κατηγορεῖς; καί τοι τὰ πεπραγμένα πάντα ἐν τῇ προτέρᾳ πέπρακται (ὅ φησιν ὁ Αἰσχίνης ἐν τῇ ἀπολογίᾳ), ἡ δὲ δευτέρα ἀπαίτησιν ὅρκων εἶχεν
μόνην. ἡ μὲν οὖν ἀληθὴς αἰτία τοῦ μὴ κατηγορεῖν ἐκείνη· ἐπῄνεσεν ὁ Δημοσθένης τὰ ἐν τῇ προτέρᾳ πρεσβείᾳ πάντα πεπραγμένα, καὶ ψηφίσματα ἔγραψεν, καλέσαι ἐπὶ δεῖπνον εἰς τὸ πρυτανεῖον τοὺς πρέσβεις. | αὕτη μὲν οὖν ἡ ἀληθὴς αἰτία ἐστὶ τοῦ μὴ ἐγκαλεῖν τῇ προτέρᾳ πρεσβείᾳ. ἀλλὰ μὴν αἰτίαν ἱκανὴν οὐδεμίαν ἔχει κατὰ τῆς ὑστέρας πρεσβείας· δεῖ οὖν αὐτὸν ἐφάπτεσθαι καὶ τῆς προτέρας. κατηγορῶν οὖν ἅμα τῆς προτέρας πρεσβείας οὐ κατηγορεῖ. δεῖ δὲ αὐτῷ προφάσεως. τίς οὖν ἡ πρόφασις; φησὶν ἠγνοηκέναι τὸν Αἰσχίνην πεπρακότα αὑτὸν ἐν τῇ προτέρᾳ πρεσβείᾳ. τοῦτο οὑτωσὶ μὲν πρὸς ἐρώτησιν τὴν παρ’ Αἰσχίνου ἐν παραιτήσεως σχήματι λεγόμενον ἀσθενὲς καὶ γελοῖον ἐστίν. ἄλλο δὲ οὐδὲν ἔχων εἰπεῖν ὁ Δημοσθένης, ὅπερ ἔφαμεν, ἑτέρου προφάσει τοῦτο συγκατασκευάζει. φησὶ γὰρ ἀποδείξειν τὸν Αἰσχίνην αὐτὸν ὑφ’ αὑτοῦ ἐλεγχόμενον, ὅτι δῶρα εἴληφεν, καὶ διέξεισι λόγους οὓς εἶπε πρότερον κατὰ Φιλίππου· εἶτα φησὶν αὐτὸν πρότερον κατὰ Φιλίππου πολιτευσάμενον ὕστερον μεταβεβλῆ|σθαι, οὐκ ἂν μεταβαλόντα, εἰ μὴ δώροις πεισθεὶς τοῦτο ἐποίει. ταύτην τὴν ἀπόδειξιν ὑποθεὶς συγκατασκευάζει τὸ ὅτι εἰκότως ἔλαθέν με δῶρα λαβὼν ἐπὶ τῆς προτέρας πρεσβείας· ᾤμην γὰρ αὐτὸν χρηστὸν
εἶναι, τῷ πρότερον κατὰ Φιλίππου πολιτεύεσθαι. αὕτη μὲν ἡ συμπλοκὴ τοῦ ἕτερα συγκατασκευάζειν ἕτερα προτείνοντα.

Ποιεῖ δὲ αὐτὸ πῶς; ἀκούσωμεν τῆς λέξεως τοῦ ῥήτορος· φησὶ γὰρ ὧδε· Βούλομαι δὲ πρὸ πάντων, ὧν μέλλω λέγειν, μνημονεύοντας ὑμῶν οἶδ’ ὅτι τοὺς πολλοὺς ὑπομνῆσαι, τίνα τάξιν αὑτὸν ἔταξεν Αἰσχίνης ἐν τῇ πολιτείᾳ τὸ πρῶτον, καὶ τίνας λόγους κατὰ τοῦ Φιλίππου δημηγορεῖν ᾤετο δεῖν· ἵν’ εἰδῆτε, ὅτι τοῖς ὑφ’ ἑαυτοῦ πεπραγμένοις καὶ δεδημηγορημένοις ἐν ἀρχῇ μά|λιστα ἐξελεγχθήσεται δῶρα ἔχων. ἔστι τοίνυν ὁ πρῶτος Ἀθηναίων αἰσθόμενος Φίλιππον, ὡς τότε δημηγορῶν ἔφη, ἐπιβουλεύοντα τοῖς Ἕλλησιν καὶ διαφθείροντά τινας τῶν ἐν Ἀρκαδίᾳ προεστηκότων· καὶ ἔχων Ἴσχανδρον τὸν Νεοπτολέμου δευτεραγωνιστήν, προσιὼν μὲν τῇ βουλῇ, προσιὼν δὲ τῷ δήμῳ περὶ τούτων, καὶ πείσας ὑμᾶς πανταχοῦ πρέσβεις πέμψαι τοὺς συνάξοντας δεῦρο τοὺς βουλευσομένους περὶ τοῦ πρὸς Φίλιππον πολέμου· καὶ ἀπαγγέλλων μετὰ ταῦτα ἥκων ἐξ Ἀρκαδίας τοὺς καλοὺς ἐκείνους καὶ μακροὺς λόγους, 〈οὓς〉 ἐν τοῖς μυρίοις ἐν τῇ Μεγάλῃ πόλει πρὸς Ἱερώνυμον τὸν ὑπὲρ Φιλίππου λέγοντα ὑπὲρ ὑμῶν ἔφη δεδημηγορηκέναι· καὶ διεξιών, ἡλίκα τὴν Ἑλλάδα πᾶσαν, οὐχὶ τὰς ἰδίας ἀδικοῦσι μόνον πατρίδας οἱ δωροδοκοῦντες καὶ χρήματα λαμβάνοντες παρὰ Φιλίππου. ἐπειδὴ τοίνυν ταῦτα πολιτευομένου

τούτου τότε καὶ τοῦτο τὸ δεῖγμα ἐξενηνοχότος περὶ αὑτοῦ τοὺς περὶ τῆς εἰρήνης πρέσβεις πέμπειν ὡς Φίλιππον ἐπεί|σθητε ὑπὸ Ἀριστοδήμου καὶ Nεοπτολέμου καὶ τῶν ἄλλων τῶν ἐκεῖθεν ἀπαγγελλόντων οὐδ’ ὅ τι οὖν ὑγιές, γίνεται τῶν πρέσβεων τούτων εἷς καὶ οὗτος, οὐχ ὡς τῶν ἀποδωσομένων τὰ ὑμέτερα οὐδ’ ὡς τῶν πεπιστευκότων τῷ Φιλίππῳ, ἀλλ’ ὡς τῶν φυλαξόντων τοὺς ἄλλους. διὰ γὰρ τοὺς προειρημένους λόγους καὶ τὴν πρὸς Φίλιππον ἀπέχθειαν ταύτην εἰκότως περὶ αὐτοῦ πάντες εἴχετε τὴν δόξαν. αὕτη μὲν ἡ μέθοδος τοῦ συγκατασκευάσαι· ἤδη γὰρ τὸν δῆμον συνεπεσπάσατο ὡς συνεξηπατημένον ἑαυτῷ ὁ Δημοσθένης. εἶτ’ ἐπήγαγεν τῆς τέχνης τὸ δεινόν· προσελθὼν τοίνυν ἐμοὶ μετὰ ταῦτα συνετάττετο κοινῇ πρεσβεύειν, καὶ ὅπως τὸν μιαρὸν καὶ λίαν ἀναιδῆ φυλάξομεν ἀμφότεροι τὸν Φιλοκράτην, πολλὰ παρεκελεύσατο. καὶ μέχρι τοῦ δεῦρο ἐπανελθεῖν ἀπὸ τῆς πρώτης πρεσβείας ἐμὲ γοῦν, ὦ ἄνδρες Ἀθηναῖοι, διεφθαρμένος καὶ πεπρακὼς αὑτὸν ἐλάνθανεν. ὡς θαυμαστή γε ἡ τέχνη· πάντας αὐτοὺς ἐξηπατημένους ἀπε|δειξεν. ἐπήγαγεν δὲ εὐθὺς τὸ ὁμοίως γὰρ ὑμεῖς ἐξηπάτησθε κἀγώ, διὰ μέσου τὸ περὶ Φιλοκράτους εἰπών· αὐτὸς ἐφ’ αὑτὸν ἤγαγεν τὴν αἰτίαν, ἁπλότητος προσχήματι κλέπτων
τὴν πανουργίαν τῆς κατασκευῆς τῷ λέγειν ἐμὲ γοῦν, ὦ ἄνδρες Ἀθηναῖοι, διεφθαρμένος καὶ πεπρακὼς αὑτὸν ἐλάνθανεν, ἀλλὰ μὴ φάναι κἀμέ, ἵνα μὴ δοκῇ τὸ πᾶν ἐπιχείρημα οἰκείας διοικήσεως ἐξειργάσθαι. οὕτω μὲν ἕτερα προτείνων ἕτερα κατασκευάζει ὁ Δημοσθένης· καὶ ἑξῆς τὸ αὐτὸ ποιεῖ ἐν τῷ λόγῳ καὶ πάλιν ἑξῆς καὶ ἄχρι τέλους τοῦ παντὸς ἀγῶνος. τοῦτο μέν σοι δικανικῶν λόγων τὸ παράδειγμα [λόγων ἐσχηματισμένων], ἕτερα προτεινόντων, ἕτερα κατασκευαζόντων.

Συμβουλευτικῶν δὲ πάλιν ὁ αὐτὸς Δημοσθένης ἐν τῷ περὶ τῶν συμμοριῶν δι’ ὅλου τὴν τοιαύτην τέχνην ἐξεργάζεται. ἔχει δὲ οὕτως· οἱ μὲν Ἀθηναῖοι ὡρμήκασι μὲν πρὸς βασιλέα τῶν Περσῶν, τοιαῦτα τῶν ῥητό|ρων συμβουλευόντων καὶ ἐπαιρόντων αὐτοὺς ἐκ τοῦ ἐπαινεῖν τοὺς προγόνους καὶ μεμνῆσθαι τῶν πεπραγμένων πρὸς τοὺς βαρβάρους ἔργων, πρὸς δὲ τὸν Φίλιππον τὸν τῶν Μακεδόνων βασιλέα ὀκνοῦσι πολεμεῖν. ὁ δὲ Δημοσθένης αὐτὰ τὰ ἐναντία πρὸς μὲν τὸν βασιλέα πολεμεῖν αὐτοὺς οὐ βούλεται, πρὸς δὲ τὸν Φίλιππον βούλεται. ὁρᾷς δύο ὑποθέσεις ἐναντίας ἀλλήλαις; πῶς οὖν τοῦτο ποιεῖ; διπλῷ γὰρ τῷ σχήματι χρῆται. πρὸς μὲν τὸν βασιλέα οὔ φησι μὴ δεῖν πολεμεῖν, ἀλλὰ μηδέπω πολεμεῖν· εἰ γὰρ ἁπλῶς ἐκέλευε μὴ πολεμεῖν, οὐκ ἂν αὐτῷ προσεῖχον τὸν νοῦν, ὡρμηκότες πρὸς τὸν πόλεμον. ὃ δὲ φησὶ μὲν πολεμεῖν δεῖν, ἐνδιδοὺς αὐτοῖς ὃ βούλονται· πρότερον δὲ ἀξιοῖ παρασκευάζεσθαι, ἵνα ἀσφαλέστερος καὶ δικαιότερος

ὁ πόλεμος γένοιτο, τέχνῃ τοῦτο ποιῶν. οἶδεν γὰρ ὅτι ἡ ἀναβολὴ ἐκλύσει τὴν ὁρμήν. καὶ εὐθύς γε μετὰ τὸ προοίμιον κλέπτων τὸ δοκεῖν συναγορεύειν βασιλεῖ τί φησιν; ἐγὼ νομίζω κοινὸν | ἐχθρὸν ἁπάντων τῶν ὄντων Ἑλλήνων εἶναι βασιλέα· οὐ μὴν διὰ ταῦτα παραινέσαιμ’ ἂν μόνοις τῶν ἄλλων ὑμῖν πόλεμον πρὸς αὐτὸν αἴρεσθαι. οὕτω μὲν ἐπέχει τὴν ὁρμήν, 〈τῇ〉 αὐτῇ τέχνῃ Θουκυδίδῃ χρώμενος. καὶ γὰρ παρὰ τῷ Θουκυδίδῃ Ἀρχίδαμος, ὅν φησιν ὁ Θουκυδίδης συνετὸν εἶναι καὶ σώφρονα, ἐπειδὴ ἑώρα τοὺς Λακεδαιμονίους καὶ τοὺς Πελοποννησίους ὡρμημένους πρὸς τὸ πολεμεῖν τοῖς Ἀθηναίοις, οὐχὶ μὴ πολεμεῖν κελεύει (ᾔδει γὰρ οὐ πεισομένους), ἀλλὰ μηδέπω τοῦτο ποιεῖν, ἀλλὰ πρότερον παρασκευάζεσθαι. οὕτω μὲν γάρ, ὅ περ ἔφαμεν, ἐμποδίζει τὴν ὁρμὴν αὐτῶν ὁ Δημοσθένης ὁμοίως τῷ Θουκυδίδῃ. διδάσκει δὲ προελθὼν τοῦ λόγου τὸν τρόπον * * * ἧς παρασκευασθείσης εὐτρεπὴς γίνεται κατὰ Φιλίππου. καὶ οὕτως ἑκάτερος ὁ λόγος τεχνικῶς περαίνεται τῷ Δημοσθένει, τῷ βασιλεῖ μὲν μηδέπω πολεμεῖν, τῇ δὲ ἐπὶ βασιλέα παρασκευῇ ἔχειν χρῆσθαι κατὰ Φιλίππου. οὕτω μὲν δι’ ὅλου τοῦ λόγου τοῦ συμβουλευτικοῦ ἕτερα προτείνεται καὶ ἕτερα κατασκευάζεται,
καὶ ὑπόθεσις ὑποθέσει συμπλέκονται. ἔχεις δύο . ταῦτα παραδείγματα ἀγώνων ἑτέρων προτεινομένων, ἑτέρων συγκατασκευαζομένων, τὸ μὲν δικανικοῦ εἴδους, τὸ δὲ συμβουλευτικοῦ.