Ars Rhetorica
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei quae exstant, Volume 5.2: Opuscula, Volume 2. Usener, Hermann; Radermacher, Ludwig; editors. Leipzig: Teubner, 1904.
Ἡ δὲ λέξις ἄλλη μὲν κατὰ τὴν ἑκάστων φύσιν ἢ βούλησιν. εἰ δὲ δὴ κρατεῖν χρὴ τὴν ἐμὴν γνώμην, οὐ μονότροπον ταύτην συμβουλεύσαιμ’ ἂν εἶναι ἀλλὰ ποικίλην καὶ μεμιγμένην, καὶ τὰ μὲν 〈ἐν〉 τῇ ἀφελείᾳ προάγοντα, τὰ δὲ ἐν ἀντιθέτοις τε καὶ παρισώσεσιν Ἰσοκράτους, τὰ δὲ διηρμένως. ταύτην γὰρ τὴν ὁδὸν καὶ τὸν τοῦ ἡμεδαποῦ χοροῦ ἡγεμόνα τε καὶ κορυφαῖον οἶδα μετιόντα 〈πάντῃ〉 ὡς ἔπος εἰπεῖν ἢ ἐν τοῖς πλείστοις, εἰ μή τι πρὸς εἶδος γράφειν τι προὔθετο· ἑκάστης δὲ ἰδέας ἔδωκεν ἡ ὕλη τὴν ἀφορμήν. δεῖ δὲ τοῖς νοήμασιν ἐπακολουθοῦσαν καὶ τὴν ἑρμηνείαν ἐπάγειν, οἷον τὰ μὲν ἀφηγηματικὰ καὶ μύθου τινὸς ἐχόμενα ἀφελῶς προάγοντα· ὅσα δὲ περὶ βασιλέων ἢ θεῶν, σεμνῶς· ὅσα δὲ περὶ παραβο|λῶν καὶ συγκρίσεων, πολιτικῶς· εἰ μὴ ἄρα τις πρὸς τὸ ἀξίωμα 〈μίαν〉 τινὰ ἰδέαν λόγου διὰ πάντων παρέχοιτο· ἐπι- δεικτικώτερον δὲ τὸ προειρημένον καὶ δημοτερπέστερον.
Ἐμοὶ μὲν ἦν τερπνὸν αὐτὸν παρόντα καὶ συγχορεύοντα καὶ ἀναβακχεύοντα μετὰ σοῦ τῆς φίλης ἐμοὶ
κεφαλῆς ὑμνεῖν τε καὶ ἀνυμνεῖν τὸν μικρὸν ὕστερον ἐπιτελεσθησόμενον γάμον καὶ ιἄδειν γε τὸν ὑμέναιον τὸν ἐπὶ τοῖς γάμοις πρέποντα λέγεσθαι. ἐπεὶ δὲ ἔοικεν δεσμός τις οὗτος ὁ πρὸς τοῖς λόγοις καὶ τῇ παιδεύσει τῇ παρούσῃ διαιρεῖν ἡμᾶς τοῖς σώμασιν καὶ τοῖς τόποις ἀπ’ ἀλλήλων (μὴ γὰρ δὴ ταῖς ψυχαῖς τε καὶ διαθέσεσιν καὶ εὐνοίαις ταῖς ἐπ’ αὐταῖς χωρισθείημέν ποτε), ἀλλ’ | οὖν ἔστω σοι ὥςπέρ τι δῶρον παρ’ ἐμοῦ εἰς συντέλειάν τε καὶ κόσμον τῶν γάμων τὸ μηδὲ τῶν περὶ τούτων εἰωθότων λέγεσθαι μηδὲ αὐτὸν ἀπείρως ἔχειν, εἴτ’ οὖν αὐτὸς καὶ παρὰ σεαυτῷ φυλάττειν βούλοιο εἴτε καὶ ἑτέρῳ τινὶ τοῦτον οἷον ἔρανόν τινα εἰς χάριν συνεισφέρειν. τάχα μὲν οὖν καὶ αὐτὸς ἤδη ποτὲ καὶ ἄλλοτε προανεκρούσω ἐν τοῖς τοιούτοις τῶν λόγων, ὁπηνίκα κομιδῇ νέος ὢν παρ’ ἐμοὶ τὴν πρώτην ὁδὸν τῶν ῥητορικῶν μετῄεις, τά τε ἄλλα γράφων καὶ συγγράφων γυμνάσματά τε καὶ ἀσκήματα τῆς ῥητορικῆς, καὶ δὴ καὶ τὰς θέσεις οὕτω λεγομένας, καὶ τούτων τὰ εἰς τὸν περὶ αὐτοῦ τοῦ γάμου λόγον συντείνοντα καὶ τὴν προτροπὴν τὴν εἰς αὐτόν.προκεχείρισται γὰρ ἐν τοῖς μάλιστα καὶ τοῦτο πρὸ πάντων τοῖς νεωτέροις εἰς γραφήν, εἰ γαμητέον. οὐ πόρρω δὲ οὐδ’ ὁ νῦν ὑφ’ ἡμῶν προχειριζόμενος λόγος τῆς περὶ τὰς τοιαύτας ἰδέας τῶν λόγων θήρας. ἀμέλει | γε τοιοῖςδε τόποις, οἷς πέρ που καὶ ἐν ταῖς θέσεσιν ** ἀπὸ θεῶν, καὶ ὅτι
οὗτοι οἱ εὑρόντες καὶ δείξαντες τοὺς γάμους τοῖς ἀνθρώποις· εὺς γὰρ καὶ Ἥρα, πρῶτοι ζευγνύντες τε καὶ συνδυάζοντες· οὕτω τοι ὃ μὲν καὶ πατὴρ καλεῖται πάντων, ἣ δὲ Ζυγία ἀπὸ τοῦ ζευγνύναι τὸ θῆλυ τῷ ἄρρενι, καὶ ἀπὸ τούτων τῶν θεῶν καὶ ὁ τῶν λοιπῶν θεῶν χορὸς παρῆλθεν εἰς τὸν βίον τῶν ἐπιφημισθέντων τοῖς γάμοις, γαμηλίων τε καὶ γενεθλίων οὕτως ὀνομαζομένων· καὶ ὅτι ὁ γάμος αἴτιος τοῦ τε ὀνομασθῆναι τούτους τοὺς θεοὺς καὶ τιμᾶσθαι· ἄνευ γὰρ τῶν γάμων οὐδ’ ἂν αἱ τιμαὶ τούτων παρῆλθον εἰς ἀνθρώπους.Ἐφεξῆς ἐπάγειν χρὴ τὸν περὶ τῆς φύσεως λόγον, καὶ ὅτι τοῦτο αὐτῆς ἔργον, τὸ γεννᾶν τε καὶ κυΐσκειν· καὶ ὅτι διῆλθεν διὰ πάντων τὸ ἔργον αὐτῆς καὶ ζῴων καὶ φυτῶν. εἶτα τὴν διαφορὰν ἐπάξομεν τῆς ἐν τοῖς ἀνθρώποις μίξεως καὶ κοινωνίας, ὅτι τὰ μὲν | ἁπλῶς καὶ ὡς ἔτυχεν μίγνυται, ὁ δὲ ἄνθρωπος τάξιν τινὰ καὶ νόμον ἐξεῦρεν τοῦ γάμου, οὐκ ἀγεληδὸν δίκην θηρίων ἐπιτρέπων μίγνυσθαι, ἀλλὰ σύμμιξιν καὶ κοινωνίαν δυοῖν τὴν προσφορωτάτην εἰς ἅπαντα τὸν βίον μεμηχανημένος. ἐν ιὧ, ὅτι τοῦ μὲν θηριώδους καὶ πεπλανημένου βίου ἀπηλλάγησαν, βίον δὲ ἥμερον καὶ τεταγμένον ἔσχον διὰ τοῦ γάμου. καὶ ὅτι θνητὸν ὄν γε τὸ ἀνθρώπειον ἐκ τῆς μίξεως καὶ κοινωνίας τοῦ γάμου ἀθάνατον γέγονεν, ἐκ τῆς διαδοχῆς τῶν ἐπιγισθαι,
νομένων ὥςπερ φῶς ἀναπτόμενον καὶ διαδιδόμενον ἀεὶ τοῖς ἐπιγιγνομένοις τῇ γεννήσει τοῦ ἀνθρώπου καὶ μήποτε ἀποσβεννύμενον. καὶ τοῦτον ἄν τις εἴποι δικαίως ἔρανον κάλλιστον οὐ χρημάτων οὐδὲ κτημάτων τινῶν, ἀλλ’ αὐτῆς τῆς φύσεως καὶ τοῦ γένους.Εἶτα ἐξετάσεις ἐπὶ τούτοις, ὅσα προσγίνεται τοῖς γεγαμηκόσι. πρῶτον μὲν πρὸς δόξαν, ὅτι ἐνδοξότεροι τὸ κάλλιστον μέρος τῆς ἀρετῆς εὐθὺς ἀπὸ τῶν | γάμων ἀρχόμενοι καρποῦσθαι, τὴν σωφροσύνην· ὁ γὰρ γάμος εὐθὺς καὶ σωφροσύνης δόξαν περιτίθησι τοῖς ἀνθρώποις, καὶ οἱ τοιοῦτοι δοκοῦσιν τῆς μὲν ἀτάκτου μίξεως ἀπηλλάχθαι, πρὸς δὲ μίαν ἀφορᾶν μόνην τὴν ἑαυτοῦ ἕκαστος γυναῖκα. ἐκ δὲ τούτου καὶ ἐντιμοτέρους ἀνάγκη γίγνεσθαι τοὺς ἀνθρώπους καὶ πιστοτέρους δοκεῖν καὶ εὐνουστέρους περὶ τὰς αὑτῶν πατρίδας ἐν παντὶ διὰ τὸ ὥςπερ ὅμηρα δεδωκέναι ταῖς πατρίσι τοὺς ἑαυτῶν παῖδας, δι’ οὓς ἀναγκαῖον καὶ μᾶλλον εἰς τὰς συμβουλίας παραλαμβάνεσθαι.