Ars Rhetorica
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei quae exstant, Volume 5.2: Opuscula, Volume 2. Usener, Hermann; Radermacher, Ludwig; editors. Leipzig: Teubner, 1904.
Ἐφεξῆς ἐπιέναι χρὴ τὸν ἔπαινον τῆς πόλεως, ἐν ᾗ ἡ πανήγυρις· περὶ θέσεως αὐτῆς, περὶ γενέσεως· ἐν ᾧ τίς ὁ κτίστης θεὸς ἢ ἥρως, καὶ εῖ τι ἔχεις περὶ αὐτοῦ εἰπεῖν· εἴ τι πέπρακται τῇ πόλει ἢ ἐν πολέμοις ἢ ἐπ’ εἰρήνης. ἁρμόσει δὲ καὶ περὶ μεγέθους λέγειν, εἰ μεγάλη, ἢ 〈εἰ〉 σμικρά, ὅτι κάλλει διαφέρουσα, ὅτι εἰ καὶ σμικρά, ἀλλὰ δυνάμει ἰσοῦται ταῖς μεγάλαις. ὅσα περὶ κόσμου, οἷον ἱερῶν ἢ τῶν ἐν τούτοις ἀναθημάτων, δημοσίων οἰκοδομημάτων, ἰδιωτικῶν, ὥς που καὶ Ἡρόδοτος πεντώροφα καὶ ἑξώροφα φησὶν εἶναι ἐν Βαβυλῶνι· ἂν ποταμὸς ᾖ μέγας ἢ καθαρὸς ἢ συμβαλλόμενος τοῖς ἐνοικοῦσι τὴν χώραν· εἰ δὲ δὴ καὶ μῦθος εἴη λεγόμενός τις περὶ τῆς πόλεως, οὕτω μὲν ἂν καὶ πολλὴν γλυκύτητα ἔχοι ὁ λόγος.
Λεκτέον δὲ ἐπὶ τούτοις καὶ περὶ αὐτοῦ τοῦ ἀγῶνος, τίς ἀρχὴ καὶ κατάστασις αὐτοῦ ἢ ἐφ’ οἷςτισιν ἐτέ|θη, εἴτε μῦθός τις εἴη εἴτε ἄλλό τι ἀρχαῖον. ἐν τούτῳ δὲ γενόμενος μὴ ἀπλῶς παρέλθῃς τὸν τόπον, ἀλλὰ παραστάθη,
βαλεῖν χρὴ πρὸς τοὺς ἄλλους ἀγῶνας. τοῦτο δ’ εὐπορήσεις τῷ λόγῳ, οἷον ἀπὸ καιροῦ παραβάλλων· εἰ μὲν πρὸς ἔαρ ἄγοιτο, ὅτι ἐν τῷ συμμετροτάτῳ πρὸς ἑκάτερα· εἰ δὲ ἐν χειμῶνι, ὅτι ἐν τῷ ἐρρωμενεστάτῳ καὶ ἀνδρειοτάτῳ, ὡς ἂν εἴποι τις, καιρῷ· εἰ δ’ ἐν θέρει, ὅτι πρὸς ἄσκησιν καὶ 〈ἡ〉 θεωρία τῶν θεωμένων κατεστάθη, καὶ ὅτι ἔλεγχος τῆς προαιρέσεως, [ὡς] καὶ μὴ ὄντων ἀθλητῶν τοὺς θεωμένους ἀγωνίζεσθαι. ἔχοις δ’ ἂν καὶ τὸ φθινόπωρον ἐπαινεῖν καὶ [ὅτι] ἀπὸ συγκομιδῆς τῶν καρπῶν καὶ ἀπὸ τοῦ ἤδη παύεσθαι τοὺς ἀνθρώπους τῶν πόνων.Σκοπεῖσθαι δὲ καὶ τὸν τρόπον τῆς διαθέσεως τοῦ ἀγῶνος δεῖ. εἰ μὲν μουσικὸς καὶ γυμνικὸς εἴη, ὅτι τελεώτατος ὁ ἀγὼν καὶ ἀνενδεῶς κεκραμένος καὶ ῥώμῃ | σωμάτων καὶ καλλιφωνίᾳ καὶ τοῖς λοιποῖς μέρεσι τῆς μουσικῆς· εἰ δὲ γυμνικός, ὅτι τὴν μουσικὴν ὡς ἐκθηλύνουσαν τὴν ψυχὴν παρῃτήσατο, τὴν δὲ ῥώμην τῶν σωμάτων παρέλαβεν, καὶ ὅτι ὁ τρόπος τῆς ἀγωνίας χρήσιμος πρὸς τὴν ἀνδρείαν τὴν ἐν τοῖς πολέμοις.
Μὴ παρέργως δὲ μηδὲ αὐτὸν τὸν στέφανον παρέλθῃς, ὅςτις ἐπῇ (οὐδὲ γὰρ ἐν τούτῳ γενόμενος ἀπορήσεις ἐπαίνου)· τὴν μὲν δρῦν, ὅτι ἱερὰ Διός, καὶ ὅτι ἡ πρώτη καὶ πρεσβυτάτη τροφὴ τῶν ἀνθρώπων, καὶ ὅτι οὐκ ἄφωνος, ἀλλὰ καὶ ἐφθέγξατό ποτε ἐν
Δωδώνῃ. εἰ δὲ ἐλαία, ὅτι ἱερὰ τῆς Ἀθηνᾶς, καὶ ὅτι ἄκος πόνων, καὶ ὅτι τὰ τρόπαια ἀπὸ τούτου τοῦ φυτοῦ ἀνέθεσαν οἱ παλαιοί, καὶ ὅτι τῆς νίκης τοῦτο σύμβολον τὸ φυτόν, καὶ ὅτι ἡ Ἀθηνᾶ τούτῳ πρώτη ἐστέψατο νικήσασα τὸν Ποσειδῶνα, καὶ ὅτι οἰκειότατον τοῖς ἀγωνιζομένοις (τὰ γὰρ γυμνάσια διὰ τοῦ ἐλαίου διαπονεῖται), καὶ ὅτι συναγωνίζεται πρὸς τὸν λόγον δι’ οὗ πανηγύρεις κοσμοῦνται. καὶ τὴν δάφνην δὲ ἐρεῖς ὅτι καὶ ἱερὰ τοῦ Ἀπόλλωνος καὶ | μαντικὸν τὸ φυτόν· εἰ δὲ βούλει καὶ τοῦ μύθου ἐφάπτεσθαι τοῦ περὶ τῆς Δάφνης, οὐδὲ τοῦτό σοι ἄπο τρόπου εἴη ἂν εἰρημένον. ὁμοίως δὲ καὶ ἕτερον εἰ ἐπείη, οἱονεὶ καρποὶ Δημητριακοὶ ἢ πίτυς, εὐπορήσεις που καὶ περὶ τούτων ἑκάστου. οὐκ ἔξω δὲ φιλοτιμίας οὐδὲ τὸ παραβαλεῖν τὸν στέφανον πρὸς τοὺς παρ’ ἄλλοις.Ὁ δέ σοι τοῦ παντὸς λόγου οἱονεὶ κολοφὼν ἐπήχθω τοῦ βασιλέως ἔπαινος, καὶ ὅτι τῷ ὄντι ἀγωνοθέτης πάντων ἀγώνων ὁ τὴν εἰρήνην πρυτανεύων, δι’ ἣν καὶ τοὺς ἀγῶνας ἐπιτελεῖν οἷόν τε. ἤδη δέ τινες καὶ τοὺς διατιθέντας τοὺς ἀγῶνας ἐπῄνεσαν, εἰ ἄρα ἔνδοξοί τινες οὗτοι, ὅτι καὶ ἐν ἄλλοις πρότερον γενόμενοι χρήσιμοι, καὶ ἐν τούτοις ὅτι φιλοτιμότατοι. εἰ δὲ μὴ ἄλλα ἔχεις πρεσβύτερα, ὅτι ἀρχὴ τῆς φιλοτιμίας τῆς περὶ τὴν πα|τρίδα μεγίστη καὶ Ἑλληνικωτάτη.