Ars Rhetorica
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei quae exstant, Volume 5.2: Opuscula, Volume 2. Usener, Hermann; Radermacher, Ludwig; editors. Leipzig: Teubner, 1904.
Καὶ πρὸς λύπας δὲ καὶ τὰ δυσχερῆ τὰ ἐν τῷ βίῳ γάμος χρησιμώτατος, κουφότερα ταῦτα παρασκευάζων ὥςπερ φορτία, μεταδιδόντων ἡμῶν ταῖς ἑαυτῶν γυναιξὶν τῶν δυσχερῶν καὶ τῇ κοινωνίᾳ παρηγορουμένων. ἐν δὲ τούτῳ καὶ τὰ ἡδέα ἀνάγκη τερπνότερα | φαίνεσθαι, μὴ αὐτῶν ἐφ’ ἑαυτῶν εὐφραινομένων, ἀλλὰ ἐχόντων καὶ τοὺς συμπανηγυρίζοντας καὶ τοὺς συνευφραι|της
νομένους παῖδάς τε καὶ γυναῖκας καὶ τοὺς ἄλλους συγγενεῖς· καὶ ἑορταὶ δὲ καὶ πανηγύρεις διὰ τοῦτο τερπναί, ὅτι ἐν πολλοῖς γίγνονται. ἀνάγκη δὲ ἐκ τούτου καὶ τὰς συγγενείας αὐξάνεσθαι· καὶ ὅτι ἐκ τούτου πρῶτον μὲν συνοικίαι ἐγένοντο, εἶτα καὶ κῶμαι, εἶτα καὶ πόλεις. ἐκ δὲ τῶν ἐπιγαμιῶν καὶ ἡ γνῶσις πλείων καὶ ἡ συγγένεια ὑπερορίοις. ἥδῃ παραθετέον καὶ μνηστέον καὶ ἐνδόξων γάμων ἢ ἀρχαίων, καὶ ὅσα ἀπὸ τούτων ἀγαθὰ ἐγένετο τοῖς ἀνθρώποις, καὶ ὅση ἀποτροπὴ τῶν δυσχερῶν διὰ γάμου, οἷον ὅτι Μενέλεως ἀθάνατος ἐγένετο διὰ τὸν γάμον τῆς Ἑλένης καὶ ὁ Πηλεὺς διὰ τὸν τῆς Θέτιδος, καὶ ὁ Ἄδμητος διὰ τὴν Ἄλκηστιν τὸν ἐκ τῆς εἱμαρμένης θάνατον διέφυγεν.Ἐπειδὰν δὲ ἱκανῶς περὶ τούτων διέλθῃς, εὐχῇ χρηστέον ἀγαθῶν μὲν αἴτησιν ἐχούσῃ περὶ τὸν γάμον καὶ τὰς παιδοποιίας, ἀποτροπὴν δὲ τῶν κακῶν. εἶτα δια¦τυπωτέον λόγῳ οἷον προαναφωνοῦντα, ὁποῖος ἂν ὁ βίος ὁ μετὰ τῶν παίδων γένοιτο, ὅτι τερπνότατος χορὸς παίδων οἱ γένοιτο γέροντι, καὶ ὅτι τρόπον τινὰ ἐξ ἀρχῆς ἀνανεάζεσθαι αὐτὸν καὶ ἀνηβάσκειν σὺν τοῖς αὑτοῦ παισίν. ἐν τούτῳ δὲ ἀνάγκη καὶ ἀναμιμνήσκειν, ὧν ποτε καὶ αὐτὸς ἐν νεότητι ἐποίησεν· ἡδεῖα δὲ καὶ ἡ μνήμη τῶν ἐν παισὶν ἡμῖν πεπραγμένων. καὶ ὅτι οὐδὲν ἕτερόν ἐστι τὸ ποιοῦν ἐξ ἀρχῆς πάλιν βεβιωκέναι. εἰ δὲ εἰκόνα τις ὁρῶν ἑαυτοῦ ἄψυχον ἥδεται,
〈πόσῳ μᾶλλον ἡσθήσεται〉, ὅταν καὶ μὴ ἄψυχον ταύτην ὁρᾷ ἀλλὰ καὶ ἔμψυχον, μηδὲ μίαν ἀλλὰ πολλάς, ἂν οὕτω τύχῃ; ἐπακτέον δὲ πάλιν καὶ ἐνταῦθα ἱστοριῶν τινων μνημονεύοντα, ὅσοι ἀπὸ παίδων εὐτύχησαν, ὅσοι κακῶν ἀποτροπὰς εὕραντο, οἷον τῷ | Ἀγχίσῃ παρὰ τοῦ Αἰνείου. Δεῖ δὲ μηδὲ τὰ πρόσωπα τῶν γαμούντων τε καὶ γαμουμένων παρεἷναι, ἀλλὰ καὶ τούτων ἐπαίνους λέγειν. ποτὲ μὲν οὖν ἐν ἀρχῇ χρηστέον τῷ τόπῳ τούτῳ, ποτὲ δὲ καὶ ἐπὶ τέλει· ἐὰν μὲν οὖν πάνυ ἔνδοξα ᾖ, ἐν ἀρχῇ· ἐἂν δὲ ἥττονα, ὑπερβαλόντα καὶ ἐπὶ πᾶσι λέγοντα.ὁ δὲ ἔπαινος ἄπερ ἐν τοῖς ἐγκωμίοις ἕξει, καὶ τόποι οἱ αὐτοὶ καὶ 〈ἐκεῖ, ὁ〉 ἀπὸ τῆς πατρίδος, ὁ ἀπὸ τοῦ γένους, ὁ ἀπὸ τῆς φύσεως, ὁ ἀπὸ τῆς ἀγωγῆς, καὶ ὅτι ἴσοι καὶ ὅμοιοι καὶ βέβαιοι ἀμφότεροι, καὶ ἐκ τοιούτων πατέρων καὶ προπατόρων· καὶ εἰ μὲν ἐκ τῆς αὐτῆς πατρίδος, ὅτι ἐκ πολλοῦ προσῳκειωμένοι ὑπὸ τοῦ τόπου· εἰ δὲ ἐκ διαφόρων, ὅτι καὶ ὑπὸ θεῶν συνήχθησαν εἰς τὴν κοινωνίαν. εἰ δὲ δὴ ἐκ τοῦ αὐτοῦ γένους εἰσίν, ὅτι αὔξησις καὶ οἰκειό|της συγγενείας ἄλλη ἐπ’ ἄλλῃ γέγονεν, καὶ δεσμὸς βεβαιότερος καὶ ἰσχυρότερος· ὅταν δὲ ἀπὸ διαφόρων ἐπιτηδευμάτων, ὃ μὲν ἀπὸ στρατείας, ὃ δὲ ἀπὸ παιβουλευτικὴ
δείας, ὅτι ἁρμονία αὕτη ἀρίστη, τὸ εἰς ταὐτὸν σοφίαν τε καὶ ἀνδρείαν τελεῖν, καὶ οἵους εἰκὸς τοὺς ἀπὸ τούτων γενέσθαι.Εἰ δὲ δὴ αὐτὸς εἴη ὁ γαμῶν ὁ τὸν λόγον διαθέμενος, περὶ αὐτοῦ τούτου προοιμιαστέον χαριέντως, ὥσπερ οὖν καὶ σοὶ ποιητέον, ὅτι εἰ καὶ οἱ ἐρασταὶ τὰ αὑτῶν παιδικὰ ἐπαινοῦσι, πολὺ δή που μᾶλλον αὐτῷ πρέπον τὸν γάμον ἐπαινεῖν [ἢ τὰ ἑαυτοῦ παιδικά]· καὶ ὅτι τῷ λόγῳ καὶ τῇ παιδείᾳ καὶ ἐπὶ τούτου χρηστέον. ⁎ ⁎ ὥςπερ ἤδη προοιμιαζόμενον καὶ προκαταμαναt τευόμενον περὶ τῶν καὶ αὐτοὺς εἰκος διαφέροντας περὶ παιδείαν γενέσθαι.
Λέξει δὲ χρηστέον ἀφελεῖ μᾶλλον ἐγγὺς Ξενο|φῶντός τε καὶ Νικοστράτου βαίνοντα, ὀλιγαχοῦ δὲ ἐξαίροντα τὸν λόγον εἰς σεμνότητα, εἴ που τὰ ἐννοήματα ἀναγκάζοι.