Ars Rhetorica
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei quae exstant, Volume 5.2: Opuscula, Volume 2. Usener, Hermann; Radermacher, Ludwig; editors. Leipzig: Teubner, 1904.
Πανηγύρεις εὕρημα μὲν καὶ δῶρον θεῶν εἰς ἀνάπαυσιν τῶν περὶ τὸν βίον αἰεὶ πόνων παραδιδόμεναι, ὥς που ὁ Πλάτων φησίν, οἰκτειράντων τῶν θεῶν τὸ ἀνθρώπειον ἐπίπονον γένος· συνήχθησαν δὲ ὑπὸ ἀνθρώπων σοφῶν, κατεστάθησαν δὲ ὑπὸ πόλεων κοινῇ κοινῷ δόγ|ματι εἰς τέρψιν καὶ ψυχαγωγίαν τῶν παρόντων. συντέλεια δὲ ἡ εἰς τὰς πανηγύρεις ἄλλη ἄλλων· παρὰ μὲν τῶν πλουσίων δαπάναι χρημάτων, παρὰ δὲ τῶν ἀρχόντων κόσμος περὶ τὴν πανήγυριν καὶ τῶν ἐπιτηδείων εὐπορία· οἱ δὲ ἀθληταὶ τῇ ῥώμῃ τῶν σωμάτων κοσμοῦσι τὴν πανήγυριν, καὶ ὅσοι γε δὴ Μουσῶν καὶ Ἀπόλλωνος ὀπαδοί, τῇ μουσικῇ τῇ παρ’ ἑαυτῶν. ἀνδρὶ δὲ περὶ λόγους ἐσπουδακότι καὶ σύμπαντα τὸν ἑαυτοῦ βίον ἀνατεθεικότι τούτοις πρέποι ἂν οἶμαι τοῖς τοιούτοις λόγοις κοσμεῖν τὴν πανήγυριν, τέχνῃ μετιόντι τὸν λόγον, ὡς μὴ κατὰ τοὺς πολλοὺς εἴη αὐτῷ γινόμενος. φέρε οὖν εἰς τοῦτο, ὁ Ἐχέκρατες, λέγωμέν σοι, ὥςπερ ὁδοῦ τινος ἀστιβοῦς τοῖς πολλοῖς ἡγεμόνες γιγνόμενοι, ἃ πάλαι παρὰ τῶν πατέρων τῆς ἡμεδαπῆς σοφίας παραλαβόντες ἔχομεν, ἐκεῖνοι δὲ καὶ οἱ ἔτι τούτων ἀνωτέρω παρ’ Ἑρμοῦ τε καὶ Μουσῶν λαβεῖν ἔφασαν οὐ μείον’ ἢ ὁ | Ἀσκραῖος ποιμὴν [ποίησιν] παρὰ τῶν αὐτῶν τούτων ἐν τῷ Ἑλικῶνι.
ἴθι οὖν σὺν τέχνῃ οὑτωσὶ μετίωμεν τοὺς λόγους. Θεὸς μέν γέ που πάντως πάσης ἡςτινοςοῦν πανηγύρεως ἡγεμὼν καὶ ἐπώνυμος, οἷον Ὀλυμπίων μὲν Ὀλύμπιος Ζεύς, τοῦ δὲ ἐν Πυθοῖ Ἀπόλλων. ἀρχὴ μὲν δὴ τοῦ λόγου τοῦδε τοῦ θεοῦ, ὅςτίς ποτ’ ἂν ᾖ, ἔπαινος ἡμῖν γιγνέσθω, ὥςπερ πρόσωπόν τι τηλαυγὲς προκείμενος τοῦ λόγου. ἐπαινέσεις δὲ ἀπὸ τῶν προσόντων τῷ θεῷ· εἰ μὲν Ζεύς, ὅτι βασιλεὺς θεῶν, ὅτι τῶν ὅλων δημιουργός· εἰ δὲ Ἀπόλλων, ὅτι μουσικῆς εὑρετής, ὅτι ὁ αὐτὸς Ἡλίῳ, ’Ἡλιος δὲ πάντων πᾶσιν ἀγαλύνουσαν
θῶν αἴτιος· εἰ δὲ Ἡρακλῆς, ὅτι Διός, καὶ ἃ παρέσχεν τῷ βίῳ. καὶ σχεδὸν ὁ τόπος συμπληρωθήσεται ἐξ ὧν ἕκαστος ἢ εὗρεν ἢ παρέσχεν τοῖς ἀνθρώποις. ἐν βραχεῖ δὲ ταῦτα, ὡς μὴ τοῦ ἐπιόντος ὁ λόγος ὁ προάγων μείζων γίγνοιτο. |