De imitatione (fragmenta)
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei quae exstant, Volume 5.2: Opuscula, Volume 2. Usener, Hermann; Radermacher, Ludwig; editors. Leipzig: Teubner, 1904.
Ὁ δὲ Ὑπερείδης εὔστοχος μέν, σπάνιον δ’ αὐξη|τικός· καὶ τῇ μὲν τῆς φράσεως κατασκευῇ Λυσίαν ὑπερηρκώς, τῇ δὲ τῆς εὑρέσεως πανουργίᾳ πάντας. ἔτι δὲ τοῦ κρινομένου διὰ παντὸς ἔχεται, καὶ τοῖς ἀναγκαίοις τοῦ πράγματος προσπέφυκεν, καὶ συνέσει πολλῇ κεχορήγηται, καὶ χάριτος μεστός ἐστι· καὶ δοκῶν ἁπλοῦς οὐκ ἀπήλλακται δεινότητος. τούτου ζηλωτέον μάλιστα τῶν διηγήσεων τὸ λεπτὸν καὶ σύμμετρον, ἔτι δὲ καὶ τὰς ἐφόδους, 〈ὡς〉 ἐπὶ τὰ πράγματα βαδίζει. |