De imitatione (fragmenta)
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei quae exstant, Volume 5.2: Opuscula, Volume 2. Usener, Hermann; Radermacher, Ludwig; editors. Leipzig: Teubner, 1904.
Ὁ δὲ Αἰσχίνειος ἀτονώτερος μὲν τοῦ Δημοσθενικοῦ, ἐν δὲ τῇ τῶν λέξεων ἐκλογῇ πομπικὸς ἅμα καὶ δεινός· καὶ οὐ πάνυ μὲν ἔντεχνος, τῇ δὲ παρὰ τῆς φύσεως
εὐχερείᾳ κεχορηγημένος· καὶ σφόδρα ἐνεργὴς καὶ βαρὺς καὶ αὐξητικὸς καὶ πικρός, καὶ ἡδὺς μὲν αὐτόθεν ἐντυχόντι, σφοδρὸς δὲ ἐξετασθείς.