De imitatione (fragmenta)

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei quae exstant, Volume 5.2: Opuscula, Volume 2. Usener, Hermann; Radermacher, Ludwig; editors. Leipzig: Teubner, 1904.

Καί μοι καὶ τῶν ῥητόρων οὗτοι κεχαρακτηρισμένοι καὶ δεδειγμένοι, τίνος ἀρετῆς ἐπειλημμένος εἰς ὠφέλειαν τῶν ἐντυγχανόντων ἕκαστος συνεισφέρει. τούτου δὲ ἕνεκα τὰς τῶν προειρημένων ἁπάντων ἰδέας διεξῆλθον, ὡς ὑποδεδεῖχθαι τὸν τρόπον τῆς ἐπιμελοῦς ἀναγνώσεως, ἐξ ἧς ὑπάρξει τὸ παρ’ ἑκάστοις κατορθούμενον αἱρουμένοις μήτε παρέργως τοῖς παλαιοῖς ἐντυγχάνειν μήτε λεληθότως τὴν ὠφέλειαν προσγινομένην περιμένειν ἀλλ’ ἐπιστημόνως, ἄλλως τε καὶ κοσμήσειν μέλλουσι τὸν λόγον τοῖς παρὰ πάντων πλεονεκτήμασιν· ἃ καὶ αὐτὰ μὲν οἰκείᾳ φύσει τέρπει, εἰ

δὲ καὶ κερασθείη διὰ τῆς τέχνης εἰς ἑνὸς τύπον λογικοῦ σώματος, βελτίων ἡ φράσις τῇ μίξει γίνεται.