Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἐὰν δὲ διδάσκῃς αὐτούς, ὅτι πᾶσα μὲν εἰρήνη παντός ἐστι πολέμου κρείττων, σύμβασις δὲ φίλων κατὰ τὸν ἑκούσιον γινομένη τρόπον τῶν ὑπʼ ἀνάγκης συγχωρηθέντων βεβαιοτέρα, καὶ ὅτι σωφρόνων ἐστὶν ἀνθρώπων, ὅταν μὲν εὖ πράττειν δοκῶσι, ταμιεύεσθαι τὰς τύχας, ὅταν δʼ εἰς ταπεινὰς καὶ φαύλας ἔλθωσι, μηθὲν ὑπομένειν ἀγεννές· καὶ τἆλλα, ὅσα εἰς ἡμερότητα καὶ ἐπιείκειαν ἐπαγωγὰ παιδεύματα εὕρηται

v.3p.197
λόγων, οὕς ὑμεῖς οἱ τὰ πολιτικὰ πράττοντες μάλιστʼ ἐπίστασθε, ἴστε ὅτι τοῦ τε αὐχήματος, ἐφʼ οὗ νῦν εἰσιν, ἑκόντες ὑποβήσονται καὶ ποιήσουσιν ἐξουσίαν σοι τοῦ πράττειν, ὅ τι ἂν αὐτοῖς ὑπολαμβάνῃς συνοίσειν.

ἐὰν δʼ ἀντιπράττωσί σοι καὶ τοὺς λόγους μὴ προσδέχωνται ταῖς διὰ σὲ καὶ διὰ τὴν ἡγεμονίαν τὴν σὴν γενομέναις περὶ αὐτοὺς τύχαις ὡς ἀεὶ διαμενούσαις ἐπαιρόμενοι, τῆς στρατηγίας αὐτοῖς ἀφίστασο φανερῶς, καὶ μήτε προδότης γίνου τῶν πεπιστευκότων μήτε πολέμιος τῶν ἀναγκαιοτάτων· ἀσεβὲς γὰρ ἑκάτερον. ταῦτα ἥκω δεομένη σου γενέσθαι μοι παρὰ σοῦ, Μάρκιε τέκνον, οὔτʼ ἀδύναθʼ, ὡς σὺ φῄς, πάσης τʼ ἀδίκου καὶ ἀνοσίου συνειδήσεως καθαρά.

φέρε, ἀλλὰ δόξαν αἰσχρὰν οἴσεσθαι δέδοικας, ἐὰν ἃ παρακαλῶ σε πράττῃς, ὡς ἀχάριστος εἰς τοὺς εὐεργέτας ἐξελεγχθησόμενος, οἵ σε πολέμιον ὄντα ὑποδεξάμενοι πάντων μετέδωκαν ὧν τοῖς φύσει πολίταις μέτεστιν ἀγαθῶν· ταῦτα γάρ ἐστιν, ἃ μεγάλα ποιεῖς τοῖς λόγοις ἀεί.

οὐκ ἀποδέδωκας οὖν αὐτοῖς πολλὰς καὶ καλὰς ἀμοιβὰς καὶ νενίκηκας ἀπείρῳ δή τινι μεγέθει καὶ πλήθει χαρίτων τὰς ἐξ ἐκείνων εὐεργεσίας; οὓς ἀγαπητὸν ἡγουμένους καὶ πάντων μέγιστον ἀγαθῶν, ἐὰν ἐλευθέρας οἰκῶσι τὰς πατρίδας, οὐ μόνον ἑαυτῶν κυρίους εἶναι βεβαίως παρεσκεύακας,

v.3p.198
ἀλλὰ καὶ πεποίηκας ἤδη σκοπεῖν, πότερα καταλῦσαι τὴν Ῥωμαίων ἀρχὴν αὐτοῖς ἄμεινον, ἢ μετέχειν αὐτῆς