Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ἐμοὶ γὰρ τὰ μὲν ἄλλα, ὦ μῆτερ, ἀγαθὰ κρείττονα ἐλπίδων καὶ μείζονα εὐχῆς παρὰ θεῶν τε καὶ ἀνθρώπων ἀπήντηται, ἡ δὲ περὶ σοῦ φροντίς, ᾗ τὰς γηροβοσκοὺς οὐκ ἀπέδωκα χάριτας, ἐντετηκυῖα τοῖς σπλάγχνοις πικρὸν ἐποίει καὶ ἀνόνητον ἁπάντων τῶν ἀγαθῶν τὸν βίον. εἰ σὲ σὺν ἐμοὶ τάξεις σεαυτὴν καὶ τῶν ἐμῶν κοινωνεῖν ἐθελήσεις ἁπάντων, οὐθενὸς ἔτι μοι δεήσει τῶν ἀνθρωπίνων ἀγαθῶν.
παυσαμένου δʼ αὐτοῦ μικρὸν ἡ Οὐετουρία ἐπισχοῦσα χρόνον, ἕως ὁ τῶν περιεστηκότων ἔπαινος ἐπαύσατο πολύς τε καὶ μέχρι πολλοῦ γενόμενος, λέγει πρὸς αὐτόν· ἀλλʼ ἔγωγέ σε, ὦ Μάρκιε τέκνον, οὔτε προδότην Οὐολούσκων γενέσθαι ἀξιῶ, οἵ σε φεύγοντα ὑποδεξάμενοι τοῖς τʼ ἄλλοις ἐτίμησαν καὶ τὴν ἑαυτῶν ἡγεμονίαν ἐπίστευσαν, οὔτε παρὰ τὰς ὁμολογίας καὶ τοὺς ὅρκους, οὓς ἔδωκας αὐτοῖς, ὅτε τὰς δυνάμεις παρελάμβανες, ἄνευ κοινῆς γνώμης ἰδίᾳ καταλύσασθαι τὴν ἔχθραν βούλομαι· μηδʼ ὑπολάβῃς τὴν σεαυτοῦ μητέρα τοσαύτης ἀναπεπλῆσθαι θεοβλαβείας, ὥστε τὸν ἀγαπητὸν καὶ μόνον υἱὸν εἰς αἰσχρὰς καὶ
ἀνοσίους πράξεις παρακαλεῖν. ἀλλὰ μετὰ κοινῆς γνώμης
διαλλαγὰς βεβαίας. καὶ εὖ ἴσθι· Ῥωμαῖοι μέν, ὅσα μήτε τὸ ἀδύνατον μήτʼ ἄλλη τις ἀδοξία προσπεσοῦσα κωλύσει, πάντα ὑπομενοῦσι πράττειν λόγῳ καὶ παρακλήσει πειθόμενοι, ἀναγκαζόμενοι δʼ , ὥσπερ σὺ νῦν ἀξιοῖς, οὐθὲν ἂν πώποτε χαρίσαιντο ὑμῖν οὔτε μεῖζον οὔτʼ ἔλαττον, ὡς ἐξ ἄλλων τε πολλῶν πάρεστί σοι καταμαθεῖν καὶ τὰ τελευταῖα ἐξ ὧν Λατίνοις συνεχώρησαν ἀποστᾶσιν ἀπὸ τῶν ὅπλων· Οὐολοῦσκοι δὲ πολὺ τὸ αὔθαδες ἔχουσιν, ὃ συμβαίνει τοῖς μεγάλα εὐτυχήσασιν.