Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ἐξ ἴσου κοινὴν καταστησαμένους πολιτείαν. ἐῶ γὰρ λέγειν, ὅσοις κεκόσμηκας ἐκ τοῦ πολέμου λαφύροις τὰς πόλεις αὐτῶν, καὶ πηλίκους κεχάρισαι τοῖς συστρατευσαμένοις πλούτους. τοὺς δὴ τοσούτους διὰ σὲ γενομένους καὶ ἐπὶ τηλικαύτης βεβηκότας εὐτυχίας οὐ δοκεῖς ἀγαπήσειν οἷς ἔχουσιν ἀγαθοῖς, ἀλλʼ ὀργιεῖσθαί σοι καὶ ἀγανακτήσειν, ἐὰν μὴ καὶ τὸ τῆς πατρίδος αἷμα ταῖς χερσὶν αὐτῶν ἐπισπείσῃς; ἐγὼ μὲν οὐκ οἴομαι.
εἷς ἔτι μοι καταλείπεται λόγος ἰσχυρὸς μέν, ἐὰν λογισμῷ κρίνῃς αὐτόν, ἀσθενὴς δʼ, ἐὰν μετʼ ὀργῆς, ὁ περὶ τῆς οὐ δικαίως μισουμένης ὑπὸ σοῦ πατρίδος. οὔτε γὰρ ὑγιαίνουσα καὶ τῷ πατρίῳ κόσμῳ πολιτευομένη τὴν οὐ δικαίαν κατὰ σοῦ κρίσιν ἐξήνεγκεν, ἀλλὰ νοσοῦσα καὶ ἐν πολλῷ κλύδωνι σαλευομένη, οὔτε πᾶσα τὴν αὐτὴν γνώμην τότʼ ἔσχεν, ἀλλὰ τὸ κάκιον ἐν αὐτῇ μέρος πονηροῖς προστάταις χρησάμενον.
εἰ δὲ δὴ μὴ τοῖς κακίστοις μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασιν ἐδόκει ταῦτα, καὶ ὡς οὐ τὰ κράτιστα πολιτευόμενος ἀπηλάθης ὑπʼ αὐτῶν, οὐδʼ οὕτω σοι προσῆκε μνησικακεῖν πρὸς τὴν σεαυτοῦ πατρίδα. πολλοῖς γὰρ δὴ καὶ ἄλλοις τῶν ἀπὸ τοῦ βελτίστου πολιτευομένων τὰ παραπλήσια συνέβη παθεῖν· καὶ σπάνιοι δή τινές εἰσιν, οἷς οὐκ ἀντέπνευσε πρὸς τὴν δοκοῦσαν ἀρετὴν
φθόνος ἐκ τῶν συμπολιτευομένων ἄδικος. ἀλλʼ ἀνθρωπίνως, ὦ Μάρκιε, φέρουσι καὶ μετρίως ἅπαντες οἱ γενναῖοι τὰς συμφοράς, καὶ πόλεις μεταλαμβάνουσιν, ἐν αἷς οἰκήσαντες οὐθὲν λυπήσουσι τὰς πατρίδας· ὥσπερ καὶ Ταρκύνιος ἐποίησεν ὁ Κολλατῖνος ἐπικαλούμενος· ἱκανὸν ἓν παράδειγμα καὶ οἰκεῖον· ὃς συνελευθερώσας ἀπὸ τῶν τυράννων τοὺς πολίτας, ἔπειτα διαβληθεὶς πρὸς αὐτοὺς ὡς συμπράττων πάλιν τοῖς τυράννοις τὴν κάθοδον, καὶ διὰ τοῦτο ἐξελασθεὶς αὐτὸς ἐκ τῆς πατρίδος, οὐκ ἐμνησικάκει πρὸς τοὺς ἐκβαλόντας αὐτόν, οὐδʼ ἐπεστράτευε τῇ πόλει τοὺς τυράννους ἐπαγόμενος, οὐδʼ ἐποίει τεκμήρια τῶν διαβολῶν τὰ ἔργα, ἀλλʼ εἰς τὴν μητρόπολιν ἡμῶν Λαουΐνιον ἀπελθὼν ἐκεῖ πάντα τὸν λοιπὸν ἐβίω χρόνον εὔνους ὢν τῇ πατρίδι καὶ φίλος.