In Hippocratis Prognosticum

Galen

Galen, In Hippocratis Prognosticum

Χρὴ δὲ καὶ τὴν μὲν τοιαύτην ἀπόστασιν προσδέχεσθαι συνεχέος ἐόντος τοῦ πυρετοῦ· ἐς δὲ τεταρταῖον καταστήσεσθαι, ἢν διαλείπῃ τε καὶ καταλαμβάνῃ πεπλανημένον
278
τρόπον καὶ ταῦτα ποιέων τῷ φθινοπώρῳ προσπελάσῃ.

Εἴρηται κἀν τοῖς περὶ τῆς διαφορᾶς τῶν πυρετῶν, ὡς ἐπὶ τῶν μελαγχολικῶν χυμῶν γίνονται τεταρταῖοι. λέλεκται δὲ καὶ περὶ τῆς γενέσεως τοῦ χυμοῦ τοῦδε, διττῆς ὑπαρχούσης, ἔκ τε τοῦ παχέος αἵματος, ὅπερ ἀνάλογόν ἐστιν ἐν ταῖς φλεψὶ, τῇ κατὰ τοὺς πίθους τῶν οἴνων τρυγὶ καὶ τῆς ξανθῆς ὑπεροπτηθείσης. αὕτη μὲν οὖν ἡ μέλαινα χολὴ τά τ’ ἄλλα κακοήθης ἐστὶ καὶ διαβιβρώσκει τὰ μόρια καθ’ ἅπερ ἂν τύχῃ πλείων ἀθροισθεῖσα. ἡ δ’ ἑτέρα μέλαινα πρᾳοτέρα τε ταύτης ἐστὶ καὶ μάλιστα ἐπειδὰν μήπω τύχῃ κεχρονικυῖα κατὰ τὸ ζῶον ἤ τινι θερμασίᾳ πλείονι καὶ παρὰ φύσιν ὡμιληκυῖα. τούτων οὖν οὕτως ἐχόντων ὅταν ὁ πυρετὸς ᾖ συνεχὴς, ὅπερ ἐστὶ μὴ παυόμενος εἰς ἀπυρεξίαν, εἰς τὰς προειρημένας ἀποστάσεις τρέπεται χρονίζων. ἐὰν δὲ διαλείπῃ, καὶ τοῦτ’ αὐτὸ μάλιστα γίνεται κατὰ τὴν τελευτὴν τοῦ θέρους, εἰκός ἐστι μεταπεσεῖν τὴν νόσον εἰς 

279
τεταρταίαν περίοδον. ὅσον γὰρ ἂν τῶν χυμῶν ζέσαν ὥρᾳ θέρους ἐν συνεχέσι πυρετοῖς ἐτελεύτησεν εἰς μέλαιναν χολὴν, ἐσβέσθη τρόπον τινὰ καὶ κατὰ τοῦτο τῆς πυρετώδους θερμότητος ὁ κάμνων ἀπηλλάγη καὶ μάλισθ’ ὅταν ἱδρῶτες ἐπιγίνωνται. ἀλλ’ ἐὰν μὴ φθάσῃ πως ἡ φύσις ἐκκρίνασα τὴν οἷον τέφραν τῶν ὑπεροπτηθέντων χυμῶν, αὕτη πάλιν μένουσα κατὰ τὸ σῶμα καὶ θερμαινομένη τινὰ σηπεδονώδη διάθεσιν ἐπικτᾶται καὶ τοῦθ’ ὅταν αὐτῇ γένηται ζέσασα πυρετὸν ἤγειρεν. ἐφ’ ᾧ πάλιν ἱδρῶτος γενομένου συνδιέπνευσε τούτῳ τὸ ζέσαν τῆς μελαίνης, εἶτ’ αὖθις ἕτερον ὑπόλειμμα ζέσαν αὖθις ἕτερον ἀνήγειρε πυρετόν. ἅτ’ οὖν μή πω μίαν ἔχοντος παντὸς τοῦ σώματος διάθεσιν, ἀλλ’ ἐν τισὶ μὲν μορίοις κινουμένης ἔτι τῆς μελαίνης, ἐν τισὶ δ’ ἀκινήτου κειμένης, ἐν ἄλλοις δὲ σηπομένης ἢ ζεῖν ἀρχομένης, ἀτάκτους ἀναγκαῖόν ἐστι γίνεσθαι τοὺς πυρετούς. ὅταν δὲ ἐν ἁπάσαις ταῖς φλεψὶν ἡ αὐτὴ διάθεσις γένηται κρατούσης τῆς μελαίνης ὁ τεταρταῖος συνίσταται πυρετὸς καὶ μάλισθ’ ὅταν εἰς τὸ φθινόπωρον ἐκ τοῦ θέρους
280
ἡ μεταβολὴ γινομένη τῆς μὲν ἔξω φορᾶς τε καὶ διαπνοῆς ἐπίσχῃ τοὺς χυμοὺς, ἔσω δ’ ἀποστρέφῃ πρὸς τὸ βάθος ἥντινα διάθεσιν ὁ χειμὼν διαδεξάμενος, ὡς ἂν ἐπιτείνων διὰ τὸ κρύος τὴν ἕσω φορὰν τῶν χυμῶν, ἄχρι πάλιν ἑτέρας μεταβολῆς γινομένης ἐπὶ τὸ θερμότερον, ἐν ᾧ κατέλαβε νόσημα, φυλάττει τὸ σῶμα.

Ὥσπερ δὲ τοῖσι νεωτέροισι τῶν τριήκοντα ἐτέων αἱ ἀποστάσιες γίνονται, οὕτως οἱ τεταρταῖοι μᾶλλον τοῖσι τριηκονταετέσι καὶ γεραιτέροισι.

Περὶ τῆς καθ’ ἡλικίαν μεταβολῆς εἴρηται μὲν ἐπὶ πλέον ἑτέρωθι, διὰ κεφαλαίων δὲ νῦν εἰπεῖν ἀρκέσει, τὰ μὲν παιδία πλεῖστον ἔχει τὸν τοῦ αἵματος χυμόν. καὶ μόνον γε τοῦτον εἶχεν ἂν, ὅσον ἐπὶ τῇ κατὰ τὴν ἡλικίαν κράσει. πολλὰ δ’ ἐσθίοντα καὶ μέντοι καὶ ἀτακτότερα ὑπάρχοντα, ὑποτρέφει τι καὶ τῶν καλουμένων ὠμῶν χυμῶν.

281
ὁπόταν δ’ εἰς τὴν τῶν μειρακίων ἡλικίαν ἀφίκηται, τινὰ μὲν ἤδη καλῶς διαιτᾶται, βελτίονος ἀγωγῆς εὐτυχήσαντα καὶ οὕτως αὐτοῖς αἷμα πλεονάζει μόνον, ἔνια δὲ τῶν μειρακίων πολὺ χεῖρον ἢ οἱ σμικροὶ παῖδες. καὶ τοίνυν νοσεῖ ταῦτα συνεχῶς τε ἅμα καὶ σφοδρῶς ἀθροίζοντα πλῆθος ὠμῶν χυμῶν. τοῖς ἐφεξῆς δὲ τῇδε τῇ ἡλικίᾳ καὶ μάλιστα τοῖς κακῶς διαιτωμένοις ὁ πικρόχολος ὑποτρέφεται χυμὸς, ὥστε πλεονάζειν τούτοις οὐχ αἷμα μόνον, ἀλλὰ κἀκεῖνον, ὥσπερ ὠχρά τε καὶ ξανθὴ χολὴ προσαγορεύεται καὶ γίνεται τοῦτο τισὶ μὲν ἄχρι τριάκοντα ἐτῶν, ἐνίοις δὲ ἄχρι πέντε καὶ τριάκοντα. πρῶτος μὲν γὰρ ὅρος ἐστὶ τῆς ἐπὶ τὸ ψυχρὸν μεταβολῆς ὁ τῶν λ΄ ἐτῶν, ἔσχατος δὲ ὁ τῶν πέντε καὶ τριάκοντα. πολλοῖς δὲ ἐν τῷ μεταξὺ διά τε τὴν ἐξ ἀρχῆς φύσιν, ὅσα τε κατὰ τὰς περιστάσεις ἢ ἐτῶν ἢ προαιρέσεων διαφορὰς ὑπαλλάττεται, τὴν ἀκμαστικὴν ἡλικίαν περιέγραψε· διά τοῦτο οὖν καὶ ὁ Ἱπποκράτης ἐνίοτε μὲν τοῦ τριακοστοῦ μνημονεύει καθάπερ ἄρτι, πολλάκις δὲ πέμπτου καὶ
282
τριακοστοῦ. τῷ γὰρ ἄλλας ἄλλοις γίνεσθαι μεταβολὰς οὐχ οἷόν τε ὁρίσαι βεβαίως ἓν ἐφ’ ἅπασι μέτρον κοινόν. ἀλλὰ τούτου μὲν ἀεί μοι μέμνησο λελεγμένου καὶ πρόσθεν ἐν τῷ τρίτῳ περὶ κρισίμων ἡμερῶν λόγῳ, μεμνημένος γε μὴν αὐτοῦ καὶ προσθεὶς τοῖς προειρημένοις οὐ χαλεπῶς εὑρήσεις τὴν αἰτίαν ὧν κατὰ τήνδε τὴν ῥῆσιν ὁ Ἱπποκράτης ἔγραψεν. ὥσπερ γὰρ ἐν ταῖς ὥραις τοὺς ἐν τῷ θέρει θερμανθέντας ἐπὶ πλέον χυμοὺς καὶ ὡς ἂν εἴποι τις ζέσαντας ἀναγκαῖον ἦν γεννῆσαι τὸν μελαγχολικὸν χυμὸν, ὃν διαδεξάμενον ἠθροισμένον ἐν τῷ σώματι τὸ φθινόπωρον, ἅτε ψυχρὸν ὂν οὐκ ἐπιτρέπει διαπνεῖν ὁμοίως ἐκτὸς οὐδὲ κενοῦσθαι ῥᾳδίως, οὕτως ἐν ταῖς ἡλικίαις ἡ παρακμή. ὅσον γὰρ ἐν τῇ ἀκμῇ ζέσαν τῶν χυμῶν εἰς μέλαιναν χολὴν μετέβαλε, τοῦτο δυσκόλως αὕτη διαφοροῦσα τοὺς τεταρταίους μᾶλλον ἐργάζεται πυρετοὺς, καὶ χρόνου γε πλείονος δεῖται τοῖς κατὰ τὴν ἡλικίαν ταύτην πρὸς τὸ καθαρθῆναι τὸ σῶμα τῆς τοιαύτης χολῆς, ὅθεν ἄχρι τοῦ γήρως ἐν τῷ μεταξὺ τὰ μελαγχολικὰ πάντα νοσήματα τοῖς μὲν μᾶλλον πλεονάζει,
283
τοῖς δ’ ἧττον ἐλέφαντες, καρκίνοι, λέπραι, μελαγχολίαι καὶ τεταρταῖοι πυρετοί.

Τὰς δὲ ἀποστάσιας εἰδέναι χρὴ τοῦ χειμῶνος μᾶλλον γινομένας χρονιώτερόν τε παυομένας ἧσσόν τε παλινδρομούσας.

Τρεῖς ἀποφάσεις ἐποιήσατο περὶ τῶν ἀποστάσεων ὁ Ἱπποκράτης κατὰ τὸν ἐνεστῶτα λόγον, μίαν μὲν καὶ πρώτην ὅτι γίνονται μᾶλλον ἐν χειμῶνι, δευτέραν δ’ ὅτι χρονιώτερον παύονται, καὶ τὴν τρίτην ὅτι παλινδρομοῦσιν ἧττον. ὅτι μὲν οὖν ἐν τῷ χειμῶνι γίνονται μᾶλλον ὁ πλεονάζων ἐν αὐτῷ χυμὸς ἐνδείκνυται. λέλεκται γὰρ ἤδη καὶ πρόσθεν ἐκκρίσεσι μὲν τοὺς θερμοὺς, ἀποστάσεσι δὲ τοὺς ψυχροὺς κινεῖσθαι χυμούς. ὅτι δὲ καὶ χρονιώτερον παύονται, τήν τε τοῦ χυμοῦ φύσιν αἰτιατέον ἐστὶ καὶ τὴν τοῦ περιέχοντος ψυχρότητα. διαφορηθῆναι μὲν γὰρ δεῖ πάντως τὸν κατασκήψαντα χυμὸν, ἵνα θεραπευθῇ τὸ ἀπόστημα. 

284
δυσδιαφορητότεροί τέ εἰσιν οἱ παχεῖς καὶ ψυχροὶ, καὶ μάλισθ’ ὅταν ᾖ καὶ τὸ περιέχον ψυχρόν. διὰ δὲ τὰς τοιαύτας αἰτίας καὶ παλινδρομοῦσιν ἧττον, ἐπειδὴ κίνησίν τινα τοῖς παλινδρομοῦσι προσεῖναι χρὴ, δυσκίνητοι δ’ οἱ ψυχροί.

Ὅστις δ’ ἂν ἐν πυρετῷ μὴ θανατώδει φησὶ τὴν κεφαλὴν ἀλγέειν ἢ καὶ ὀρφνῶδές τι πρὸ τῶν ὀφθαλμῶν φαίνεσθαι, εἰ καὶ καρδιωγμὸς τουτέῳ προσγένηται, χολώδης ἔμετος παρέσται. ἢν δὲ καὶ ῥῖγος προσγένηται καὶ τὰ κάτω μέρη τοῦ ὑποχονδρίου ψυχρὰ ἔχῃ, καὶ θᾶσσον ἔτι ὁ ἔμετος παρέσται. ἢν δέ τι πίῃ ἢ φάγῃ ὑπὸ τοῦτον τὸν χρόνον, κάρτα τοῦτο ταχέως ἐμεῖται.

Περὶ τῶν αὐτομάτως γινομένων ἐμέτων κρίσεως λόγῳ διδάσκει νῦν ὁ Ἱπποκράτης. ἔστι δ’ αὐτῷ πρῶτος μὲν διορισμὸς ἀπὸ τοῦ μὴ θανατῶδες εἶναι τὸ νόσημα, κέκληκε δὲ ἤδη περιεστηκὸς οὐκ ὀλιγάκις τὸ τοιοῦτον. δεύτερον δὲ

285
ἀπὸ τοῦ τὴν κεφαλὴν ἀλγοῦντι τῷ κάμνοντι προφαίνεσθαί τι πρὸ τῶν ὀφθαλμῶν ὀρφνῶδες, ὅπερ σημαίνει τὸ μέλαν ἐξ ἀναθυμιάσεως χολῆς ξανθῆς ἀκράτου γενόμενον. αὐτὴ γὰρ ἐπὶ πλέον θερμανθεῖσα καὶ ὡς ἂν εἴποι τις ὑπεροπτηθεῖσα, μέλαιναν ἀναθυμίασιν, οἷον λιγνύν τινα πρὸς τὴν κεφαλὴν ἀναπέμπει, δι’ ἣν αἱ κεφαλαλγίαι γίνονται. ὅσον δ’ ἂν αὐτῆς ἐπὶ τοὺς ὀφθαλμοὺς ἀφίκηται, θολερώτερον ἐργάζεται τὸ κατ’ αὐτοὺς ὑγρὸν, λαμπρὸν φύσει καὶ καθαρὸν ὑπάρχον, ὡς γίνεσθαί τινα κατάστασιν ὁμοίαν τῇ περὶ τὸν καθαρώτατόν τε καὶ φανότατον ἀέρα, δεχόμενον ἐξαίφνης εἰς ἑαυτὸν ἤτοι καπνώδη τινὰ ἢ λιγνυώδη μελανότητα. ταύτης οὖν τῆς ἀναθυμιάσεως αἰσθανόμενον τὸ ἀπ’ ἐγκεφάλου παραγενόμενον εἰς τοὺς ὀφθαλμοὺς ὀπτικὸν πνεῦμα; καθάπερ ἐπὶ τῶν ὑποχεομένων τὴν φαντασίαν ὦν εἶπεν ὀρφνωδῶν ἀποτελεῖ· γινομένης δ’ ἐνίοτε κἀκ τῶν κατὰ τὸν πνεύμονα τόπων ἀναθυμιάσεως τοιαύτης, διακρίνομεν αὐτὴν τῆς ἀπὸ στομάχου τῇ καρδιαλγίᾳ. πνεύμονα μὲν γὰρ οἱ τοιοῦτοι χυμοὶ λανθάνουσιν ἤτοι δυσαίσθητον ἢ
286
παντελῶς ἀναίσθητον ὄντα. τὸ δὲ τῆς γαστρὸς στόμα, καλεῖται δὲ τοῦτο, ὡς ἴσμεν, καὶ καρδία διὰ τὸ μέγεθος ὧν ἔχει νεύρων αἰσθητικῶν, οὐδὲν λανθάνει τῶν κατ’ αὐτό. δακνόμενον οὖν ὑπὸ τοῦ πικροχόλου χυμοῦ τὸν καλούμενον οὕτω καρδιωγμὸν ἐργάζεται, διὸ καὶ χολώδης ἔμετος αὐτοῖς γίνεται. τοιοῦτον γὰρ καὶ ὁ Θουκυδίδης ἐδήλωσεν, ἔνθα φησὶ, καὶ ὁπότε ἐς τὴν καρδίαν ἐστήριξε, ἀνέστρεφέ γε αὐτὴν καὶ ἀποκαθάρσεις χολῆς, ὁπόσαι παρὰ τῶν ἰατρῶν ὠνομασμέναι εἰσὶν ὑπίεσαν. τὸ γὰρ ἀνέστρεφεν ἐπὶ τῆς πρὸς ἔμετον ὁρμῆς εἶπεν, εὐθέως γε καὶ καρδίαν ὀνομάσας τὸ στόμα τῆς γαστρός. διὸ δὴ καὶ τὰς δήξεις αὐτοῦ καρδιωγμούς τε καὶ καρδιαλγίας ὀνομάζουσιν. ἑτέρωθι δ’ Ἱπποκράτης ἔγραψεν ὡς τὸ κάτω χεῖλος τὸ αὐτὸ ἐπισημαίνει τοῖς οὕτως ἔχουσιν οὐχ ἡσυχάζον, ἀλλὰ διασειόμενόν πως, ἐπειδὴ δακνόμενος ὑπὸ τῆς χολῆς ὁ ἔνδον τοῦ στομάχου χιτὼν τὴν τοιαύτην τὸ χεῖλος λαμβάνει κίνησιν. ἐμάθομεν γὰρ ἐκ τῆς ἀνατομῆς ἕνα τοῦτον ὅλον εἶναι τὸν χιτῶνα συνεχῆ κατὰ πᾶν ἑαυτῷ τῆς θ’ ὅλης γαστρὸς καὶ τοῦ στομάχου καὶ γλώττης καὶ οὐρανίσκου καὶ ὑπερώας ὅλου
287
τε τοῦ στόματος. οὗτος οὖν αὐτός ἐστιν ὁ καὶ τὰ χείλη διασείων, ὅταν ὑπὸ δριμείας χολῆς ἠθροισμένης ἐν τῷ στόματι τῆς γαστρὸς δάκνηται. πέφυκε γὰρ οὗτος ὁ χυμὸς ἐπιπολάζειν ὑπὸ κουφότητος καὶ διὰ τοῦτο ἐπὶ τὸν στόμαχον ἀνέρχεται, καταλιπὼν τὸν πυθμένα τῆς γαστρὸς, ἐμεῖταί τε ῥᾳδίως. ἂν δὲ καὶ ῥῖγος ἐπιλάβῃ τηνικαῦτα τὸν ἄνθρωπον, ἔτι δὴ καὶ μᾶλλον ὁ ἔμετος οὐ θᾶττον μόνον, ἀλλὰ καὶ πλείονος ἔσται χολῆς, εἰωθότος ὡς τὰ πολλὰ τοῦ ῥίγους ἔμετον χολῆς ἐργάζεσθαι, καθότι κἀν τῷ περὶ αὐτοῦ δέδεικται λόγῳ. καὶ μὲν δὴ καὶ εἰ πίῃ τι καὶ φάγῃ κατὰ τὸν καιρὸν ἐκεῖνον ὁ ἄνθρωπος, ἔτι δὴ καὶ μᾶλλον ἐμεῖται ταχέως, ἐπειδὴ συνδιαφθείρεται τὰ ληφθέντα κατὰ τὴν γαστέρα χολῇ.