In Hippocratis Prognosticum

Galen

Galen, In Hippocratis Prognosticum

Ὅστις δ’ ἂν τῶν πυρετῶν μηκύνῃ περιεστικῶς διακειμένου τοῦ ἀνθρώπου μήτε ὀδύνης ἐχούσης διὰ φλεγμονήν τινα μήτε διὰ πρόφασιν ἄλλην μηδεμίην ἐμφανέα, τουτέῳ προσδέχεσθαι ἀπόστασιν, μετ’ οἰδήματός τε καὶ ὀδύνης εἴς τι τῶν ἄρθρων καὶ οὐχ ἧσσον τῶν κάτω.
273

Ἃ διὰ τῶν ἔμπροσθεν εἶπε κατὰ μέρος περὶ πρώτων μὲν τῶν καθ’ ὑποχόνδρια, δευτέρων δὲ τῶν κατὰ θώρακα καὶ πνεύμονα, ταῦτα νῦν ἐπαναλαβὼν ἀπεφήνατο καθόλου. τρίτης γὰρ οὔσης τῆς αἰτίας τοῦ μηκύνειν τοὺς πυρετοὺς ἢ διά τι μόριον πεπονθὸς δυσιάτως ἢ διὰ χυμοὺς ὠμοὺς καὶ παχεῖς καὶ ἀπέπτους ἢ διά τι τῶν ἡμαρτημένων, ἐὰν μήτε μόριον ᾖ πεπονθὸς ἢ ἄλλο τι μηδὲν αἴτιον ἤτοι τοῦ κάμνοντος ἁμαρτάνοντος ἢ τῶν θεραπευόντων αὐτὸν ἢ διά τι τῶν ἔξωθεν, οἶον ὥραν, χώραν, κατάστασιν, οἴκησιν μοχθηρὰν, ὀχλήσεις, φροντίδας, λύπας, λείπεται τοῦτον ἐπὶ χυμοῖς ὠμοῖς καὶ δυσπέπτοις μηκύνειν. τούτους οὖν εἴωθεν ἡ φύσις εἰς τὴν τῶν ἀκυρωτέρων μορίων ἀποτίθεσθαι χώραν, ὅταν μὴ δυνηθῇ δι’ ἐκκρίσεως ἔξω τοῦ σώματος ἀπώσασθαι. λέλεκται γὰρ ἤδη πολλάκις ὡς οἱ θερμότεροί τε καὶ λεπτότεροι τοῦ σώματος χυμοὶ πρὸς τὰς ἐκκρίσεις εἰσὶν ἐπιτηδειότατοι, τοὺς δ’ ὠμοὺς καὶ παχεῖς ἤτοι δι’ ἀποστάσεως ἢ κατὰ σύμπεψιν ἡ φύσις ἰᾶται, καὶ 

274
αὐτὸ δὲ τοῦτο τὸ κατὰ σύμπεψιν ἔκκρισίς τίς ἐστι δι’ οὔρων γινομένη τὰ πολλὰ, σπανίως δέ ποτε καὶ κατὰ γαστέρα.

Μᾶλλον δὲ γίνονται καὶ ἐν ἐλάσσονι χρόνῳ αἱ τοιαῦται ἀποστάσιες τοῖσι νεωτέροισι τριήκοντα ἐτέων.

Εἴρηται πολλάκις ὡς αἱ μὲν ἐκ τῶν θερμοτέρων χυμῶν νόσοι μετὰ τῆς τοῦ κάμνοντος δυνάμεως ἰσχυροτέρας δι’ ἐκκρίσεως κρίνονται. ταύταις δέ εἰσιν ἐναντίαι διαθέσεις, ἐφ’ ὧν ἥ τε δύναμις ἀσθενὴς, οἵ τε χυμοὶ ψυχροὶ, μήτ’ ἐκκρίσει μήτ’ ἀποστάσει κρινόμεναι, ἀλλ’ ἤτοι διαφθείρουσαι τοὺς κάμνοντας ἢ χρόνῳ παμπόλλῳ μόλις πεττόμεναι. μέσαι δ’ ἀμφοῖν εἰσιν αἱ δι’ ἀποστάσεως κρινόμεναι, καθ’ ἃς τῶν εἰρημένων ἀντιθέσεων δυοῖν τὸ μὲν ἕτερον ἐκ τῆς ἑτέρας ἐστὶ, τὸ δὲ ἕτερον ἐκ τῆς λοιπῆς. αἱ μὲν γὰρ ἀντιθέσεις αἱ δύο κατὰ μὲν τὴν τῶν χυμῶν φύσιν ἐστὶν ἡ ἑτέρα, κατὰ δὲ τὴν δύναμιν ἡ ἑτέρα, καθ’ ἑκάτερον

275
δὲ αὐτῶν ἀλλήλοις ἀντίκεινται δύο, κατὰ μὲν τὴν τῶν χυμῶν οἱ θερμοὶ τοῖς ψυχροῖς, κατὰ δὲ τὴν τῆς δυνάμεως ἡ ἀσθενὴς τῇ ἰσχυρᾷ. ἐὰν μὲν οὖν οἱ χυμοὶ θερμοὶ τύχωσιν ὄντες, οὐ χρὴ τὴν δύναμιν ὑπάρχειν ἰσχυρὰν, εἰ μέλλει γενήσεσθαί τις ἀπόστασις. εἰ δὲ ψυχροὶ, δυνάμεως ἰσχυρᾶς αὐτοῖς δεῖ πρὸς τὰς ἀποστάσεις. ἡ διάγνωσις δὲ τῆς δυνάμεως ἡ μὲν οἰκειοτάτη καθ’ ἑκάστην αὐτῶν εἴρηται πρόσθεν ἀπὸ τῶν ἐνεργειῶν, ἡ δὲ ἀπὸ τῆς ἡλικίας κατὰ νεότητά τε καὶ γῆράς ἐστι, περὶ ἧς νῦν ὁ Ἱπποκράτης διορίζεται καί φησι, μᾶλλον δὲ γίνεσθαι καὶ θᾶσσον τὰς τοιαύτας ἀποστάσεις τοῖς νεωτέροις ἐτῶν τριάκοντα, τοῖς δὲ τούτων πρεσβυτέροις, οὐ μὴν ἤδη πω γέρουσιν ἧττόν τε γίνονται καὶ χρόνῳ πλείονι. τοῖς δὲ γέρουσιν ἥκιστα γίνονται, μεμνημένων ἡμῶν τῆς ἀρχῆς ὅλου τοῦ λόγου, καθ’ ὃν ὁ Ἱπποκράτης εἶπεν, ὅστις δ’ ἂν τῶν πυρετῶν μηκύνῃ, περιεστικῶς διακειμένου τοῦ ἀνθρώπου, μήτε ὀδύνης ἐχούσης διὰ φλεγμονὴν ἢ δι’ ἄλλην τινὰ πρόφασιν ἐμφανέα. τούτων οὖν ἡμᾶς ἀναμιμνήσκων ἔφη τὰς τοιαύτας ἀποστάσεις ἔσεσθαι τοῖς νεωτέροις μᾶλλον.

276
Ὑποσκέπτεσθαι δὲ χρὴ τουτέοισιν εὐθέως περὶ τὰ τῆς ἀποστάσιος, ἢν εἴκοσιν ἡμέρας ὁ πυρετὸς ἔχων ὑπερβάλλῃ.

Καὶ διὰ τῶν ἔμπροσθεν ἤδη περὶ τῶν χρονιζόντων νοσημάτων διαλεγόμενος ἐμνημόνευσε τῆς κ΄ ἡμέρας ὡς ἄχρι ταύτης, μηδέπω χρονίων ὑπαρχόντων αὐτῶν. εἴρηται δὲ πρόσθεν ἡ αἰτία τοῦ μὴ δύνασθαί τινα βέβαιον ὅρον ἕνα θέσθαι νοσημάτων ὀξέων, ὥστ’ οὐδὲν θαυμαστόν ἐστιν ἐν τεσσαρεσκαίδεκά τε λέγειν αὐτὸν ἡμέραις κρίνεσθαι τὰ ὀξέα τῶν νοσημάτων, αὖθίς τε τῆς εἰκοστῆς μνημονεύειν. καὶ γὰρ καὶ κατ’ αὐτοὺς τοὺς ἀφορισμοὺς ἔνθα, τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν ὅρον ἔσχατον ἔθετο τῆς κρίσεως τῶν ὀξέων νοσημάτων, ἐμνημόνευσε καὶ τῆς ιζ΄. ἔστι δ’ ἀρχὴ μὲν ἐκείνου τοῦ ἀφορισμοῦ τὰ ὀξέα τῶν νοσημάτων, κρίνεται ἐν τεσσαρεσκαίδεκα ἡμέρῃσι, τελευτὴ δὲ θεωρητὴ πάλιν ἡ ιζ΄. αὕτη γάρ ἐστι τετάρτη μὲν ἀπὸ τῆς ιδ΄, ἑβδόμη δὲ ἀπὸ τῆς ια΄.

277
Τοῖσι δὲ γεραιτέροισιν ἧσσον γίνονται, πολυχρονιωτέρου ἐόντος τοῦ πυρετοῦ.

Δεόντως, ἐπειδὴ καὶ τοῖς ἀποστάσει τινὶ μέλλουσι κρίνεσθαι τὴν δύναμιν τόνον ἔχειν τινὰ προσήκει καὶ μὴ παντάπασιν εἰς ἐσχάτην ἀτονίαν καταπεπτωκέναι. διὰ τοῦτ’ οὖν εἰς ὅσον ἂν ἡλικίας προήκοιεν τὰς ἀποστάσεις ἧττον γενέσθαι συμβαίνει, τοῖς γέρουσι δὲ οὐχ ἧττον, ἀλλ’ ἥκιστα. νυνὶ δ’ οὐ τοὺς γέροντας ἁπλῶς εἶπεν, ἀλλὰ τοῖσι τριάκοντα ἔτεσι παραβάλλων, γεραιτέρους ὠνόμασε τοὺς τούτων πρεσβυτέρους. ὅτι δ’ οὕτω χρῆται τῇ τοῦ γεραιτέρου προσηγορίᾳ καὶ διὰ τῶν ἔμπροσθεν ἐδείχθη καὶ διὰ τῶν ἑξῆς οὐδὲν ἧττον φανεῖται.