In Hippocratis Prognosticum
Galen
Galen, In Hippocratis Prognosticum
Τουτέων δὲ οἷσιν ἂν ἄρξηται ὁ πόνος τῇ πρώτῃ ἡμέρῃ γίνεσθαι, τεταρταῖοι πιεζεῦνται μάλιστα καὶ πεμπταῖοι· ἐς δὲ τὴν ἑβδόμην ἀπαλλάσσονται. οἱ μέντοι πλείονες αὐτῶν ἄρχονται μὲν πονέεσθαι τριταῖοι, χειμάζονται δὲ288μάλιστα πεμπταῖοι, ἀπαλλάσσονται δὲ ἐναταῖοι ἢ ἑνδεκαταῖοι. οἳ δ’ ἂν ἄρξωνται πεμπταῖοι πονέεσθαι καὶ τἄλλα κατὰ λόγον αὐτέοισι τῶν πρόσθεν γίνονται, ἐς τὴν τεσσαρεσκαιδεκάτην κρίνεται ἡ νοῦσος.
Τρεῖς διαφορὰς εἴρηκε κατὰ χρόνον ἀλγήματος κεφαλῆς καὶ τρεῖς προθεσμίας τῆς κρίσεως αὐτῶν. πρώτη μὲν οὖν ἐστι διαφορὰ τῆς κατὰ τὴν πρώτην ἡμέραν τοῦ νοσήματος, ἀρχομένης τῆς κεφαλαλγίας, δευτέρα δὲ τῆς κατὰ τὴν τρίτην, τρίτη δὲ τῆς κατὰ τὴν ε΄. ἁπάσαις γε μὴν αὐταῖς κοινόν ἐστιν εἰς τὴν ζ΄ πως ἡμέραν, ἀφ’ ἧς ἤρξαντο τελευτᾷν. ἡ μὲν οὖν κατὰ τὴν πρώτην ἀρξαμένη τὴν ἑβδόμην ἔχει αὐτὴν κρίσιμον, ἡ δὲ κατὰ τὴν τρίτην, ὅσον ἐπὶ τῷ τῆς ἑβδομάδος ἀριθμῷ τὴν δεκάτην. ἐπεὶ δὲ οὐκ ἔστιν αὕτη κρίσιμος, εἰς τὴν θ΄ ἢ ἑνδεκάτην ἡ κρίσις ἀφικνεῖται τῆς ἑβδομαδικῆς προθεσμίας ἤτοι πρωϊαίτερον ἢ ὀψιαίτερον ἡμέραν μίαν. καί μοι μέμνησο πάλιν ὅτι καὶ τῆς θ΄ ἡμέρας ὡς κρινούσης ἐμνημόνευσε νῦν καθάπερ καὶ πρόσθεν,
Γίνεται δὲ ταῦτα τοῖσι μὲν ἀνδράσι καὶ τῇσι γυναιξὶν ἐν τοῖσι τριταίοισι μάλιστα. τοῖσι δὲ νεωτέροισι γίνεται μὲν καὶ ἐν τούτοισι, μᾶλλον δὲ καὶ ἐν τοῖσι ξυνεχεστέροισι πυρετοῖσι καὶ ἐν τοῖσι γνησίοισι τριταίοισι.
Τοῖς μὲν ἤδη τελείοις, ἐφ’ ὧν εἴωθε φέρειν τὴν τῶν ἀνδρῶν καὶ γυναικῶν προσηγορίαν, ἐν πᾶσι τοῖς τριταίοις πυρετοῖς γίνεται τὰ τοιαῦτα διὰ τὸ χολωδεστάτην εἶναι τὴν ἡλικίαν. ἐν δὲ τοῖς νεωτέροις αὐτῶν οὐκ ἐν πᾶσιν, ἀλλ’ ἐν μόνοις τοῖς ἀκριβέσι τριταίοις, οἵπερ εἰσὶ χολωδέστατοι. γίνεται δὲ κἀν τοῖς ὀξυτάτοις νοσήμασι, χολωδέστατα γὰρ καὶ ταῦτα, καὶ δῆλον ὅτι καὶ τοῖς τελείοις πολλῷ μᾶλλον. ἀκόλουθον γὰρ ὂν τοῦτο τοῖς προειρημένοις, οὐκέτι προσέγραψεν ὡς καὶ πρὸς ἡμῶν νοεῖσθαι δυνάμενον.
Οἷσι δὲ ἂν ἐν τοιουτοτρόπῳ πυρετῷ κεφαλὴν ἀλγέουσιν ἀντὶ μὲν τοῦ ὀρφνῶδές τι πρὸ τῶν ὀφθαλμῶν φαίνεσθαι ἀμβλυωγμὸς γίνεται ἢ μαρμαρυγαὶ προφαίνονται, ἀντὶ δὲ τοῦ καρδιώσσειν ἐν τῷ ὑποχονδρίῳ ἢ ἐπὶ δεξιὰ ἢ ἐπ’ ἀριστερὰ ξυντείνεταί τι μήτε ξὺν ὀδύνῃ μήτε σὺν φλεγμονῇ, αἷμα δὴ διὰ ῥινῶν τουτέοισι ῥυῆναι προσδόκιμον, ἀντὶ τοῦ ἐμέτου, μᾶλλον δὲ καὶ ἐνταῦθα τοῖσιν νέοισι291τοῦ αἵματος τὴν ῥῆξιν προσδέχεσθαι, τοῖσι δὲ τριηκονταέτεσι καὶ γεραιτέροισιν ἧσσον, ἀλλὰ τοὺς ἐμέτους τούτοισι προσδέχεσθαι.
Τοιουτότροπον εἴρηκε πυρετὸν ὃν κατὰ τὴν ἀρχὴν τοῦ λόγου διὰ τῆσδε τῆς λέξεως ἐδήλωσεν, ὅστις δ’ ἂν ἐν πυρετῷ μὴ θανατώδει φησὶ τὴν κεφαλὴν ἀλγέειν. τοῦτ’ οὖν κοινὸν ἀμφοτέροις φυλάξας τοῖς πυρετοῖς, κοινὸν αὐτοῖς ἔτι ἔσεσθαι τὸ κριθῆναι δι’ ἐκκρίσεως ἔφη, τὸ ἴδιον δ’ ἑκατέρῳ προσέθηκεν ἐν τῷ τῆς ἐκκρίσεως εἴδει, χολώδη μὲν ἔμετον τῷ προτέρῳ, αἱμοῤῥαγίαν δ’ ἐν τῷ δευτέρῳ. τὰ δὲ τούτων δηλωτικὰ σημεῖα τῷ μὲν προτέρῳ τά τε φανταζόμενα θεάματα ὀρφνώδη καὶ τὸν καρδιωγμὸν, τῷ δὲ δευτέρῳ ἀμβλυωπίαν τε καὶ μαρμαρυγὰς καὶ σύντασιν ἐν ὑποχονδρίῳ χωρὶς ὀδύνης καὶ φλεγμονῆς γνωρίσματα μέγιστα τῆς ἄνω ῥοπῆς τῶν χυμῶν. εἰρήκει δὲ καὶ ἔμπροσθεν αἱμοῤῥαγίας ἑπομένας κρισίμως ταῖς καθ’ ὑποχόνδριον φλεγμοναῖς καὶ μᾶλλον τοῖς νεωτέροις, ἐφ’ ὧν αἷμα πλεονάζει
Τοῖσι δὲ παιδίοισι σπασμοὶ γίνονται, ἢν ὁ πυρετὸς ὀξὺς ᾖ καὶ ἡ γαστὴρ μὴ διαχωρέῃ καὶ ἀγρυπνέωσί τε καὶ ἐκπλαγέωσι καὶ κλαυθμυρίζωσι καὶ τὸ χρῶμα μεταβάλλωσι καὶ χλωρὸν ἢ πέλιον ἢ ἐρυθρὸν ἴσχωσι. γίνεται δὲ ταῦτα ἐξ ἑτοιμοτάτου μὲν τοῖσι παιδίοισι τοῖσι νεωτάτοισιν ἐς τὰ ἑπτὰ ἔτεα, τὰ δὲ πρεσβύτερα τῶν παιδίων καὶ οἱ ἄνδρες οὐκέτι ἐν τοῖσι πυρετοῖσιν ὑπὸ τῶν σπασμῶν ἁλίσκονται, ἢν μή τι τῶν σημείων προσγένηται τῶν ἰσχυροτάτων293τε καὶ κακίστων, οἷά περ ἐπὶ τῇσι φρενίτισι γίνεται.
Περὶ σπασμῶν αὐτῷ ὁ λόγος νῦν ἐστιν οὐ τῶν ἐν ἑνὶ μέρει τοῦ σώματος γινομένων, ἀλλὰ τῶν ὅλον αὐτὸ καταλαμβανόντων, οἵτινες ἐπὶ μὲν τῶν παιδίων ἑτοιμότατα γίνονται καὶ μᾶλλον ἐπὶ θηλαζόντων. οὐχ ἥκιστα δὲ καὶ δι’ αὐτὸ τὸ γάλα καὶ μᾶλλον ὅταν ᾖ λίαν παχὺ καὶ ὅτι πλείστῃ τε χρῶνται καὶ ἀκαίρῳ τροφῇ μηδὲν εἰδότες τῶν κατὰ τὸν βίον ἄλλο πλὴν τοῦ ἐσθίειν· πᾶν γὰρ τὸ νευρῶδες αὐτῶν γένος ἀσθενές ἐστι. τριῶν γὰρ οὐσῶν κατὰ γένος δυνάμεων, ἐφ’ ὧν διοικεῖται τὸ σῶμα, ταῖς δυσὶ μέν εἰσιν ἰσχυρότερα τὰ παιδία τῶν ἄλλων, ἀσθενέστερα δὲ τῇ μιᾷ τῇ κατὰ τὰ νεῦρα, διὸ καὶ σπᾶται μὲν ἑτοιμότατα. πάλιν δὲ εἰς τὸ κατὰ φύσιν ἐπανέρχεται ῥᾳδίως. τοῖς δὲ τελείοις οὔτε γίνεται ῥᾳδίως οὔτε καθίσταται τὰ σπασμώδη πάθη διὰ τὴν ἰσχὺν τῆς κατὰ τὰ νεῦρα δυνάμεως. γίνεται μὲν