De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
διὸ καὶ περὶ μὲν τῶν χυλῶν ϲυγχωρητέον ἐϲτὶ τῷ τε Πραξαγόρᾳ καὶ τῷ Φυλοτίμῳ γιγνώϲκουϲιν, ὡϲ εἴρηται, περὶ δὲ τῶν ϲτερεῶν ϲωμάτων ἔμπαλιν ἔχειν ἡγητέον. εἰ γάρ, ὡϲ εἶπον ὀλίγον ἔμ- προϲθεν, ἐκ τοῦ προτέρου μεταβάλλοι τιϲ εἰϲ δεύτερον ὕδωρ αὐτὰ καὶ μετ’ ἐκεῖνο πάλιν εἰϲ τρίτον ἢ καὶ τέταρτον, ἀποβάλλοντα τελέωϲ εὑρήϲει τὸν ἐξ ἀρχῆϲ χυμόν, ὡϲ γευομένοιϲ ὑδατώδη τε καὶ ἄποια φαίνεϲθαι. μὴ μεταβληθέντων δ’ εἰϲ ἕτερον ἀναγκαῖόν ἐϲτιν ἁλυκώ
τερον μὲν πρῶτον, ὕϲτερον δὲ καὶ πικρὸν γενέϲθαι τὸ ἀφέψημα.μάλιϲτα δ’ ὁ ζωμὸϲ ἐξηπατηκέναι μοι δοκεῖ τοὺϲ περὶ τὸν Πραξαγόραν ἁλυκώτεροϲ ἐν τῷ τῆϲ ἑψήϲεωϲ χρόνῳ γιγνόμενοϲ, οὐκ ἐννοοῦνταϲ, ὡϲ ἁλῶν ἢ γάρου κατὰ τὴν ἐξ ἀρχῆϲ ἄρτυϲιν ἐμβεβλημένων εἰϲ τὸ ὕδωρ ἀναγκαῖόν ἐϲτι προερχομένηϲ τῆϲ ἑψήϲεωϲ ἁλυκώτερον ἑαυτοῦ γίγνεϲθαι τὸν χυλόν, ὥϲπερ εἰ καὶ χωρὶϲ τοῦ ϲτερεὸν ἐμβαλεῖν τι ϲῶμα βραχύτατον ἁλῶν ἀναμίξαιϲ ὕδατι καθαρῷ τε καὶ γλυκυτάτῳ· καὶ γὰρ καὶ τοῦτο θερμαινόμενον ἁλυκώτερον γίγνεται. καὶ τί θαυμαϲτόν; αὐτὸ γὰρ ἐπὶ πλέον ἑψόμενον ὕδωρ τὸ κάλλιϲτον ἁλυκὴν ἐν τῷ χρόνῳ ποιότητα προϲλαμβάνει.