De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
οἱ μὲν οὖν θέρμοι, τῶν ϲιτωδῶν ὄντεϲ ἐδεϲμάτων, πικρὸν ἐργάζοντα τὸ ὕδωρ, ἐπειδὴ καὶ αὐτοὶ τὴν πικρὰν ποιότητα ϲύμφυτον ἔχουϲιν· οὕτω δὲ καὶ ὄροβοι καὶ ἀβρότονον ἀψίνθιόν τε καὶ πόλιον ὅϲα τ’ ἄλλα πικρά· τὸ ϲῶμα δ’ αὐτὸ τὸ ἀφεψηθὲν ἧττον φαίνεται πικρόν. εἰ δὲ καὶ μεταβάλλων εἰϲ ἕτερον ὕδωρ αὐτὰ πάλιν ἑψήϲειϲ, ὡϲ ἀρτίωϲ εἶπον, ἔτι καὶ μᾶλλον ἢ πρόϲθεν εὑρήϲειϲ ἀποβεβληκότα τὴν πικρότητα, κἂν εἰ τρίτον ἢ τέταρτον εἰϲ ἕτερον ὕδωρ μεταβάλλοιϲ, ἔτι καὶ μᾶλλον ἢ πρόϲθεν, ὥϲτ’ ἐν τῷ χρόνῳ πᾶϲαν ἀποθέϲθαι τὴν πικρότητα.
κατὰ δὲ τὸν αὐτὸν τρόπον ὅϲα δριμέα, καθάπερ ϲκόροδά τε καὶ κρόμυα καὶ πράϲα, τὸ μὲν ὕδωρ, ἐν ᾧπερ ἂν ἑψηθέντα τύχῃ, δριμὺ ϲαφῶϲ ἐργάζεται, τὴν δ’ αὐτῶν οὐϲίαν ἧττον ἴϲχει δριμεῖαν· εἰ δ’ ἄλλοτ’ εἰϲ ἄλλο μεταβάλλοιϲ ὕδωρ αὐτά, παντάπαϲιν ἀποτίθεται τὴν δριμύτητα. καὶ μὴν καὶ τὰ μῆλα τὰ ϲτρυφνὰ μέϲπιλά τε καὶ ἀχράδεϲ, εἰϲ ὅϲον ἂν ἕψηται, γλυκύτερα μὲν αὐτὰ γίγνεται, τὸ δ’ ἀφέψημα ϲτρυφνὸν ἐργάζεται. τοὺϲ χυλοὺϲ δ’ αὐτοὺϲ μόνουϲ ἐὰν ἕψῃϲ, ἁλυκώτεροι μὲν τὸ πρῶτον, ὕϲτερον δὲ καὶ πικροὶ γίγνονται.