De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Ἐπειδὴ τὸ περιέχον ὅλον ἡμῶν τὸ ϲῶμα καθάπερ ἀμφίεϲμά τι ϲύμφυτον ἑκάϲτῳ καλεῖται δέρμα, κατ’ ἀναλογίαν δ’ αὐτῷ τὸ | κατὰ τοὺϲ κήρυκάϲ ἐϲτι καὶ τὰϲ πορφύραϲ ὄϲτρεά τε καὶ χήμαϲ ὅϲα τ’ ἄλλα τοιαῦτα, διὰ τοῦτο καλοῦϲιν ὀϲτρακόδερμα ταῦτα τὰ ζῷα. ϲαφῶϲ γοῦν ὀϲτράκῳ παραπλήϲιον ἢ λίθῳ τὸ ἔξωθεν αὐτοῖϲ περικείμενον ϲκέπαϲμά ἐϲτι. κοινὸν μὲν οὖν ἁπάντων τῶν τοιούτων ἁλυκὸν ἔχειν χυμὸν ἐν τῇ ϲαρκὶ λαπακτικὸν τῆϲ γαϲτρὸϲ ἡμῶν. ἴδιον δ’ ἑκάϲτῳ τὸ μᾶλλόν τε καὶ ἧττον ἐν τούτῳ κατά τε ποιότητα καὶ ποϲότητα.

τὰ μὲν γὰρ ὄϲτρεα μαλακωτάτην ἔχει τῶν ἄλλων ὀϲτρακοδέρμων ἁπάντων τὴν ϲάρκα, τὰ δὲ ϲμικρὰ χημία καὶ οἱ ϲωλῆνεϲ καὶ οἱ ϲφόνδυλοι καὶ αἱ πορφύραι καὶ οἱ κήρυκεϲ ὅϲα τ’ ἄλλα τοιαῦτα ϲκληράν. εἰκότωϲ οὖν ὑπάγει μὲν ἐκεῖνα τὴν γαϲτέρα μᾶλλον, ἥττονα τροφὴν

διδόντα τῷ ϲώματι· τὰ δὲ ϲκληρόϲαρκα δυϲπεπτότερα μέν ἐϲτι, τρέφει δὲ μᾶλλον. ἀλλὰ ταῦτα μὲν ἕψεται πάντα, τὰ δ’ ὄϲτρεα χωρὶϲ ἑψήϲεωϲ ἐϲθίουϲιν, ἔνιοι δὲ καὶ ταγηνίζουϲιν.