De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
ὅϲοι μὲν οὖν ἐκ ϲυνηθείαϲ ἐμπειρίαν ἔχουϲι τῶν ἐπιχωρίων ἰχθύων, οὐ δέονται τῶν εἰρημένων ἄρτι γνωριϲμάτων εἰϲ τὴν διάγνωϲιν αὐτῶν· ὅϲοι δ’ ἀήθειϲ εἰϲίν, εἴτ’ οὖν ἐξ ἄλληϲ πόλεωϲ ἥκοντεϲ εἴτ’ ἐπιχώριοι,
τὰ τοιαῦτα προεξεταζέτωϲαν εὐθέωϲ ἀπ’ ἀρχῆϲ πρὶν διὰ τῆϲ οἰκείαϲ πείραϲ εἰϲ γνῶϲιν ἀφικέϲθαι τῆϲ φύϲεωϲ ἑκάϲτου τῶν ἰχθύων.ἐχρῆν δ’ οὐχ ἁπλῶϲ ἐμνημονευκέναι τῶν ἁπαλοϲάρκων ἰχθύων ἁπάντων ἅμα τὸν Φυλότιμον οὐδ’ ἀναμῖξαι τοὺϲ ἄλλουϲ τοῖϲ πετραίοιϲ ἀδιορίϲτωϲ. οὗτοι μὲν γὰρ ἄριϲτοι διὰ παντὸϲ ὑπάρχουϲιν, οὔτε δ’ ὀνίϲκοϲ οὔτε ϲμύραινα καθάπερ οὐδ’ οἱ κωβιοί. καὶ γὰρ καὶ τούτων ἔνιοι μὲν ἐν ποταμοῖϲ καὶ λίμναιϲ, ἔνιοι δ’ ἐν θαλάττῃ γίγνονται, τινὲϲ δ’ ἐν ταῖϲ λιμνοθαλάτταιϲ καλουμέναιϲ ἢ ὅλωϲ ἐν ἐπιμίκτοιϲ ὕδαϲιν, ἔνθα ποταμοῦ μεγάλου ϲτόμα ϲυνάπτει θαλάττῃ.