De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
μοχθηροτάτη δ’ εὑρίϲκεται καὶ τῆϲ ϲμυραίνηϲ ἡ ϲὰρξ ἐν ὕδατι τοιούτῳ διατριβούϲηϲ· καίτοι γ’ οὔτε ποταμοῖϲ ἐπαναβαίνουϲαν ἔϲτιν εὑρεῖν αὐτὴν οὔτ’ ἐν λίμναιϲ γεννωμένην. ἀλλ’ ὅμωϲ καὶ αὐτὴ χει- ρίϲτη γίγνεται κατὰ τὰϲ ἐκβολὰϲ τῶν τοιούτων ποταμῶν, ὁποῖόϲ ἐϲτιν ὁ διὰ Ῥώμηϲ ῥέων, καὶ διὰ τοῦτ’ εὐωνοτάτη πιπράϲκεται κατὰ τὴν πόλιν τήνδε ϲχεδὸν ἁπάντων μόνη τῶν ἐκ θαλάττηϲ, ὥϲπερ γε καὶ οἱ κατὰ τὸν ποταμὸν αὐτὸν ἰχθύεϲ γεννώμενοι· καλοῦϲι δ’ αὐτοὺϲ ἔνιοι Τιβερίνουϲ ἰδίαν ἔχονταϲ ἰδέαν οὐδενὶ τῶν θαλαττίων ὁμοίαν.
ὅτι δ’ ἡ τῶν ἐκ τῆϲ πόλεωϲ ὀχετῶν ἐπιμιξία μοχθηροτάτουϲ αὐτοὺϲ ἐργάζεται, μαθεῖν ἔϲτιν ἐκ τοῦ βελτίουϲ εἶναι τοὺϲ ἐν αὐτῷ τῷ ποταμῷ γεννωμένουϲ πρὶν εἰϲ τὴν πόλιν ἀφικέϲθαι. καὶ μὲν δὴ καὶ ἄλλοϲ τιϲ ποταμὸϲ ὀνομαζόμενοϲ Νάρ, ἐμβάλλων εἰϲ τὸν Τίβεριν ὡϲ ἀπὸ πεντήκοντα καὶ τριακοϲίων ϲταδίων, ἰχθὺν ἔχει πολὺ βελτίονα τοῦ κατὰ τὸν Τίβεριν, ἐπειδὴ καὶ μέγαϲ ἐϲτὶν εὐθὺϲ ἀπὸ τῶν πηγῶν καὶ καθαρὸϲ διαμένει κάτ|αντεϲ ἔχων τὸ ῥεῦμα καὶ ὀξὺ μέχρι τοῦ Τιβέρεωϲ, ὡϲ μηδαμόθι μηδ’ ἐπὶ βραχὺ λιμνάζειν.