De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

πάμπολυ τοιγαροῦν ἀλλήλων διαφέρουϲιν οἱ κατὰ μέροϲ, ὥϲπερ γε καὶ οἱ κέφαλοι καὶ αἱ ϲμύραιναι· καὶ οἱ ὀνίϲκοι δὲ τούτων μὲν ἧττον. οὐ ϲμικρῷ δ’ ἀλλήλων οὐδ’ | οὗτοι παραλλάττουϲιν. οὐ μὴν ὁμοίωϲ γε μαλακὴν ἔχουϲι τὴν ϲάρκα τούτοιϲ τε καὶ τοῖϲ πετραίοιϲ ἰχθύϲιν οἱ κωβιοί, καθάπερ οὐδ’ αἱ ϲκιαινίδεϲ ἢ ϲκίαιναι· διττῶϲ γὰρ ὀνομάζονται.

περὶ δὲ τῶν κιθάρων καὶ πάνυ γε θαυμάζω τοῦ Φυλοτίμου· παραπλήϲιοϲ γὰρ ὢν ὁ ῥόμβοϲ αὐτῶν μαλακωτέραν ἔχει τὴν ϲάρκα, τῶν ὀνίϲκων ἀπολειπόμενοϲ οὐκ ὀλίγον. καὶ τούτουϲ οὖν καὶ τοὺϲ ἡπάτουϲ καλουμένουϲ καὶ τοὺϲ ἄλλουϲ, ὅϲουϲ ἔμιξε τοῖϲ πετραίοιϲ τε καὶ τοῖϲ ὀνίϲκοιϲ ὁ Φυλότιμοϲ, ἐν τῷ μέϲῳ καθεϲτηκέναι γίγνωϲκε τῶν θ’ ἁπαλοϲάρκων καὶ τῶν ϲκληροϲάρκων. οὕπω μὲν γάρ εἰϲι. ϲκληρόϲαρκοι, τῶν δ’ ἀκριβῶϲ ἁπαλοϲάρκων ἀπολείπονται.