De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
οὓϲ δ’ ὄνουϲ μὲν ἐκάλεϲεν ὁ Φυλότιμοϲ, ὀνίϲκουϲ δ’ ὀνομάζουϲιν οἱ ἄλλοι, τροφῇ μὲν ἀγαθῇ χρώμενοι καὶ θαλάττῃ καθαρᾷ τοῖϲ πετραίοιϲ ἐνάμιλλον ἔχουϲι τὴν ϲάρκα, μοχθηρᾷ δὲ τροφῇ χρηϲάμενοι
καὶ κατά τι τῶν ἐπιμίκτων ὑδάτων καὶ μάλιϲθ’ ὅϲα μοχθηρὰ διατρίψαντεϲ οὐκ ἀποβάλλουϲι μὲν τὴν μαλακότητα τῆϲ ϲαρκόϲ, ἐπικτῶνται δὲ λιπαρότητά τινα καὶ γλιϲχρότητα, καθ’ ἣν οὔθ’ ἡδεῖϲ ὁμοίωϲ ἔτι διαμένουϲι περιττωματικωτέραν τε τὴν ἐξ ἑαυτῶν ἀναδιδόαϲι τροφήν.ἐπὶ πάντων δ’, ὡϲ ἔφην, ἰχθύων κοινὸν τοῦτο μεμνῆϲθαι προϲήκει, ὡϲ χείριϲτοι γίγνονται κατὰ τὰϲ ἐκβολὰϲ τῶν ποταμῶν, ὅϲοι κοπρῶναϲ ἐκκαθαίρουϲιν ἢ βαλανεῖα καὶ μαγειρεῖα καὶ τὸν τῆϲ ἐϲθῆτόϲ τε καὶ τὸν τῶν ὀθονίων ῥύπον ὅϲα τ’ ἄλλα τῆϲ πόλεώϲ ἐϲτιν, ἣν διαρρέουϲι, καθάρϲεωϲ δεόμενα, καὶ μάλιϲθ’ ὅταν ᾖ πολυάνθρωποϲ ἡ πόλιϲ.