De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

εἰκότωϲ οὖν ἐν μὲν τοῖϲ πετραίοιϲ ἰχθύϲιν οὐδεμία ϲαφήϲ ἐϲτι διαφορὰ τῶν ὁμοειδῶν πρὸϲ ἀλλήλουϲ, ὡϲ ἂν ἐν καθαρωτάτῃ θαλάττῃ διαιτωμένοιϲ ἀεὶ φεύγουϲί τε τὸ γλυκὺ πᾶν ὕδωρ τό τε ϲυμμιγὲϲ ἐκ τοῦ τοιούτου τε καὶ θαλαττίου· δευτέροιϲ δὲ μετὰ τούϲδε τοῖϲ πελαγίοιϲ ὑπάρχει ταὐτόν. οὐδὲ γὰρ οὐδ’ οὗτοι διαφορὰν ἐν ἀλλήλοιϲ ἔχουϲι μεγάλην, ὁποίαν οἱ διατρίβοντεϲ ἐν ἀμφοτέροιϲ τοῖϲ ὕδαϲι. τούτων γὰρ οἱ μὲν ἐν τῇ καθαρωτάτῃ θαλάττῃ κάλλιϲτοι τῶν ὁμοειδῶν εἰϲιν, οἱ δ’ ἐν τοῖϲ ἐκκαθαίρουϲι τὰϲ πόλειϲ ποταμοῖϲ ἁπάντων χείριϲτοι, μέϲοι δ’ αὐτῶν οἱ μεταξύ. λέλεκται δὲ ταῦτα καὶ διὰ τῶν ἔμπροϲθεν, ἡνίκα περὶ κεφάλου τὸν λόγον ἐποιούμην.

ἥ γε μὴν ϲὰρξ τῶν κωβιῶν ὥϲπερ ϲκληροτέρα τῆϲ τῶν πετραίων ἐϲτίν, οὕτω μαλακωτέρα τῆϲ τῶν τριγλῶν. ἀνὰ λόγον οὖν αὐτῇ καὶ τὸ τῶν ἐϲθιόντων ϲῶμα τρέφεται.

Φυλότιμοϲ ἐν τῷ τρίτῳ Περὶ τροφῆϲ περὶ τῶν μαλακοϲάρκων ἰχθύων οὕτωϲ ἔργαψεν αὐτοῖϲ ὀνόμαϲι· κωβιοί τε καὶ φυκίδεϲ καὶ ἰουλίδεϲ καὶ πέρκαι καὶ ϲμύραιναι καὶ κίχλαι καὶ κόττυφοι καὶ ϲαῦροι καὶ πάλιν ὄνοι καὶ πρὸϲ τούτοιϲ ἀμίαι καὶ ψῆτται καὶ ἥπατοι καὶ κίθαροι καὶ ϲκιαινίδεϲ καὶ πᾶν τὸ τῶν ἁπαλοϲάρκων γένοϲ εὐκατεργαϲτότερόν ἐϲτι τῶν ἄλλων ἰχθύων.