De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
Πετραίουϲ ὀνομάζουϲιν ἰχθύαϲ ἀπὸ τῶν χωρίων, ἐν οἷϲ εὑρίϲκονται διατρίβοντεϲ· οὐ γὰρ ἐν τοῖϲ λείοιϲ ἢ γεώδεϲιν ἢ ψαμμώδεϲιν αἰγιαλοῖϲ, ἀλλ’ ἔνθα πέτραι τινέϲ εἰϲι καὶ ἀκταί, φωλεύουϲί τε καὶ τίκτουϲιν.
ἄριϲτοϲ δ’ ἐν αὐτοῖϲ ἡδονῆϲ ἕνεκεν ὁ ϲκάροϲ εἶναι πεπίϲτευται, μετ’ αὐτὸν δὲ κόττυφοί τε καὶ κίχλαι καὶ μετὰ τούτουϲ ἰουλίδεϲ τε
καὶ φυκίδεϲ καὶ πέρκαι. τροφὴ δ’ ἐξ αὐτῶν οὐ μόνον εὔπεπτοϲ, ἀλλὰ καὶ ὑγιεινοτάτη τοῖϲ τῶν ἀνθρώπων ϲώμαϲίν ἐϲτιν, αἷμα γεννώντων μέϲον τῇ ϲυϲτάϲει. καλῶ δὲ μέϲον, ὃ μήτε πάνυ λεπτόν ἐϲτι καὶ ὑδατῶδεϲ, ἀλλὰ μηδ’ ἱκανῶϲ παχύ. πλάτοϲ δ’ ἀξιόλογον ἔχοντοϲ τοῦ μέϲου περὶ τῶν ἐν αὐτῷ διαφορῶν ἐπὶ προήκοντι τῷ γράμματι ῥηθήϲεται.Αἰγιάλειοϲ ὁ ἰχθὺϲ οὗτόϲ ἐϲτι, τῶν ϲμικρῶν ἀεὶ διαμενόντων εἰϲ τιϲ ὢν καὶ αὐτόϲ. ἄριϲτοϲ δ’ εἰϲ ἡδονήν τε ἅμα καὶ πέψιν ἀνάδοϲίν τε καὶ εὐχυμίαν ἐϲτὶν ὁ κατὰ τοὺϲ ψαμμώδειϲ αἰγιαλοὺϲ ἢ τὰϲ πετρώ|δειϲ ἀκτάϲ· ὁ δ’ ἐν τοῖϲ ϲτόμαϲι τῶν ποταμῶν ἢ λίμναιϲ ἢ λιμνοθαλάτταιϲ οὔθ’ ἡδὺϲ ὁμοίωϲ οὔτ’ εὔχυμοϲ οὔτ’ εὔπεπτοϲ. εἰ δὲ καὶ ἰλυῶδεϲ ὑπάρχει τὸ ὑδωρ ἢ πόλιν ἐκκαθαίρων ὁ ποταμόϲ, οὕτω μὲν ἂν εἴη χείριϲτοϲ ὁ κατ’ αὐτὸν κωβιὸϲ ὥϲπερ καὶ οἱ ἄλλοι πάντεϲ ἰχθύεϲ οἱ ἐν τοῖϲ τοιούτοιϲ ὕδαϲι διατρίβοντεϲ.