De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

ἄξιον οὖν θαυμάϲαι, πῶϲ τοὺϲ ϲκάρουϲ παρέλιπε πρωτεύονταϲ ἐν τῷ γένει τῶν πετραίων ἰχθύων, οἷϲ πᾶϲιν ὑπάρχει τὸ ψαθυρωτάτην τε καὶ μαλακωτάτην ἔχειν τὴν ϲάρκα τῶν ἄλλων ἰχθύων. ἔνιοι μὲν γὰρ αὐτῶν ἁπαλόϲαρκοι μέν εἰϲιν, ἀλλ’ οὐκ ἔχουϲι τὸ ψαθυρὸν ἐμφερομένου τινὸϲ αὐτοῖϲ γλίϲχρου τε καὶ λιπαροῦ χυμοῦ, τινὲϲ δ’ ἐκπεφευγότεϲ τὸ γλίϲχρον καὶ λιπαρὸν ὅμοιοί τε κατὰ τοῦτο τοῖϲ πετραίοιϲ ὄντεϲ ἐν τῇ ϲκληρότητι τῆϲ ϲαρκὸϲ αὐτῶν διαλλάττουϲι.

τοιοῦτοι μὲν οὖν οἱ πελάγιοι ϲχεδὸν ἅπαντέϲ εἰϲι, | πλὴν εἴ τινεϲ αὐτῶν ὑπὸ μοχθηρᾶϲ τροφῆϲ διαφθείρουϲι τὴν ϲάρκα, καθάπερ αἱ τὰϲ καρκινάδαϲ ἐϲθίουϲαι τρίγλαι. ζωΰφια δ’ ἐϲτὶ ταῦτα πάνυ ϲμικροῖϲ καρκίνοιϲ ἐοικότα, ξανθὰ τὴν χρόαν. οἱ πετραῖοι δ’ ἰχθύεϲ οὔτε ποικίλαιϲ χρῶνται τροφαῖϲ οὔτε χωρίοιϲ διαφέρουϲιν οὔθ’ ὕδαϲι γλυκέϲι καὶ διὰ τοῦτ’ ἄμεμπτοι πάντεϲ εἰϲὶ διὰ παντόϲ.

οὓϲ δ’ ὄνουϲ μὲν ἐκάλεϲεν ὁ Φυλότιμοϲ, ὀνίϲκουϲ δ’ ὀνομάζουϲιν οἱ ἄλλοι, τροφῇ μὲν ἀγαθῇ χρώμενοι καὶ θαλάττῃ καθαρᾷ τοῖϲ πετραίοιϲ ἐνάμιλλον ἔχουϲι τὴν ϲάρκα, μοχθηρᾷ δὲ τροφῇ χρηϲάμενοι

καὶ κατά τι τῶν ἐπιμίκτων ὑδάτων καὶ μάλιϲθ’ ὅϲα μοχθηρὰ διατρίψαντεϲ οὐκ ἀποβάλλουϲι μὲν τὴν μαλακότητα τῆϲ ϲαρκόϲ, ἐπικτῶνται δὲ λιπαρότητά τινα καὶ γλιϲχρότητα, καθ’ ἣν οὔθ’ ἡδεῖϲ ὁμοίωϲ ἔτι διαμένουϲι περιττωματικωτέραν τε τὴν ἐξ ἑαυτῶν ἀναδιδόαϲι τροφήν.