De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

οὐ ϲμικρὰ δ’ ἐν αὐτοῖϲ ἐϲτιν ὑπεροχὴ καὶ τῶν νέων πρὸϲ τὰ παλαιά· κάλλιϲτα μὲν γὰρ τὰ νεώτατα, χείριϲτα δὲ τὰ παλαιότατα, τὰ δ’ ἐν τῷ μεταξὺ τούτων ἀνὰ λόγον τῆϲ ἀποϲτάϲεωϲ, ἧϲ ἀφέϲτηκε τῶν ἄκρων, ἀρετῇ τε καὶ κακίᾳ διενήνοχεν ἀλλήλων. |

Ἀλεκτορίδων καὶ περιϲτερῶν ἐϲθίουϲιν ἔνιοι τὸ αἷμα καὶ μάλιϲτα τῶν ϲιτευτῶν, οὐ χεῖρον ὂν τοῦ τῶν ὑῶν οὐτ’ εἰϲ ἡδονὴν οὔτ’ εἰϲ

τὸ πεφθῆναι, τοῦ μέντοι τῶν λαγωῶν ἀπολειπόμενον πάμπολυ. δύϲπεπτον δ’ ἐϲτὶ καὶ περιττωματικὸν ἅπαν αἷμα, καθ’ ὃν ἂν αὐτὸ τρόπον ϲκευάϲῃ τιϲ.

Τῶν ἐν ὕδατι διαιτωμένων ζῴων καὶ γένη πάμπολλα καὶ διαφοραὶ τούτων εἰϲὶ καὶ εἴδη· λεχθήϲονται δὲ νῦν, ὥϲπερ ἐπὶ τῶν ἔμπροϲθεν, αἱ πρὸϲ τὴν ἰατρικὴν χρείαν ὁμοιότητεϲ ἐν αὐτοῖϲ· ἰατρικὴν δὲ λέγειν ἢ ὑγιεινὴν οὐ διοίϲει πρόϲ γε τὰ παρόντα. περὶ πρώτων οὖν εἰρήϲεται, καθάπερ ἐπὶ τῶν ἄλλων, ὅϲα ϲυνεχῶϲ ἐϲθίουϲιν οἱ ἄνθρωποι.