De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

κάλλιϲτα μὲν οὖν αὐτῶν ἐϲτιν εἰϲ τροφὴν τοῦ ϲώματοϲ τὰ τρομητά, τὰ ῥοφητὰ δ’ ἧττον μὲν τρέφει, ῥᾷον δ’ ὑποχωρεῖ καὶ τὰϲ ἐν τῇ φάρυγγι τραχύτηταϲ ἐκλεαίνει. τὰ δ’ ἑφθὰ καὶ δύϲπεπτα καὶ βραδύπορα, καὶ τροφὴν παχεῖαν ἀναδίδωϲι τῷ ϲώματι. τούτων δ’ ἔτι μᾶλλόν ἐϲτι βραδυπορώτερά τε καὶ παχυχυμότερα τὰ κατὰ θερμὴν ϲποδιὰν ὀπτηθέντα. τὰ δ’ ἐπὶ τῶν ταγήνων παχυνθέντα καὶ καλούμενα διὰ τοῦτο ταγηνιϲτὰ χειρίϲτην ἔχει τροφὴν εἰϲ ἅπαντα· καὶ γὰρ ἐν τῷ πέττεϲθαι κνιϲοῦται καὶ πρὸϲ τῷ παχὺν γεννᾶν χυμὸν ἔτι καὶ μοχθηρὸν ἔχει καὶ περιττωματικὸν αὐτόν.

ἀμείνω δὲ τῶν | ἑφθῶν τε καὶ ὀπτῶν ἐϲτι τὰ καλούμενα πνικτά. ϲκευάζεται δὲ τὸν τρόπον τοῦτον· ἀναδεύϲαντεϲ αὐτὰ μετ’ ἐλαίου καὶ γάρου καὶ οἴνου βραχέοϲ ἐντιθέαϲι τὸ ἀγγεῖον ὕδωρ ἐχούϲῃ κακκάβῃ. θερμόν, εἶτα πωμάϲαντεϲ ἄνωθεν ὅλην αὐτὴν ὑποκαίουϲι μέχρι ϲυϲτάϲεωϲ μετρίαϲ. μετρίαϲ. τὰ γὰρ ἐπὶ πλέον παχυνθέντα παραπλήϲια τοῖϲ ἑψηθεῖϲί τε καὶ ὀπτηθεῖϲι γίγνεται, τὰ δ’ ἐν τῷ ϲυμμέτρῳ τῆϲ παχύνϲεωϲ ἀρθέντα καὶ πεφθῆναι τῶν ϲκληρῶν ἐϲτιν ἀμείνω καὶ τροφὴν τῷ ϲώματι βελτίονα δίδωϲι.

τῆϲ αὐτῆϲ οὖν ϲυμμετρίαϲ κατὰ τὴν ϲύϲταϲιν χρὴ ϲτοχάζεϲθαι κἀπὶ τῶν ἐπιχεομένων ἄνωθεν ταῖϲ λοπάϲιν ᾠῶν, οὐκ ἐπιτρέπονταϲ οὐδὲ ταῦτα παχυνθῆναι τελέωϲ, ἀλλ’ ἔτ’ ἐγχύλων ὄντων ἀπὸ τοῦ πυρὸϲ αἴρονταϲ τὸ ἀγγεῖον.