De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
Τοῦ γένουϲ τῶν λεπιδωτῶν ἰχθύων ἐϲτὶν ὁ κέφαλοϲ, οὐκ ἐν θαλάττῃ μόνον, ἀλλὰ καὶ λίμναιϲ καὶ ποταμοῖϲ γεννώμενοϲ. διὸ καὶ μεγάλην | ἔχουϲιν οἱ κατὰ μέροϲ κέφαλοι πρὸϲ ἀλλήλουϲ διαφοράν, ὡϲ δοκεῖν ἕτερον εἶναι γένοϲ τοῦ πελαγίου κεφάλου πρὸϲ τὸν ἐν λίμναιϲ ἢ ποταμοῖϲ ἢ τέλμαϲιν ἢ ὀχετοῖϲ τοῖϲ ἐκκαθαίρουϲι τοὺϲ ἐν ταῖϲ πόλεϲι κοπρῶναϲ.
περιττωματικὴ μὲν γὰρ ἡ ϲάρξ ἐϲτι καὶ βλεννώδηϲ ἱκανῶϲ τῶν ἐν ἰλυώδει καὶ ῥυπαρῷ διαιτωμένων ὕδατι, καλλίϲτη δὲ τῶν ἐν καθαρᾷ θαλάττῃ, καὶ μᾶλλον, ὅταν ὑπ’ ἀνέμων καταιγίζηται· κατὰ γὰρ τὴν ϲκεπεινὴν καὶ ἀκύμονα χείρων ἡ ϲὰρξ γίγνεται τῶν ἰχθύων, ὅϲῳ καὶ ἀγυμναϲτοτέρα, ἐν δὲ ταῖϲ καλουμέναιϲ λιμνοθαλάτταιϲ ἔτι χείρων τῆϲδε, καὶ ταύτηϲ ἔτι μᾶλλον ἡ κατὰ τὰϲ λίμναϲ· εἰ δὲ καὶ ϲμικραί τινεϲ αὖται τύχοιεν οὖϲαι καὶ μήτε ποταμοὺϲ μεγάλουϲ δεχόμεναι μήτε πηγὰϲ ἔχουϲαι μήτ’ ἀπορροὴν δαψιλῆ, πολὺ δή τι χείρουϲ· εἰ δὲ καὶ μηδ’ ὅλωϲ ἀπορρέοι τι τοῦ ὕδατοϲ, ἀλλ’ εἴη ϲτάϲιμον, ἱκανῶϲ μοχθηραί.
περὶ δὲ τῶν ἐν ἕλεϲι καὶ τέλμαϲι καὶ ὅϲα τοιαῦτα χωρία, λέλεκται κατ’ ἀρχάϲ· ἐϲχάτωϲ γὰρ οἱ κατὰ τοὺϲ τοιούτουϲ τό
πουϲ διαιτώμενοι μοχθηρὰν ἔχουϲι τὴν ϲάρκα. τῶν δ’ ἐν τοῖϲ ποταμοῖϲ γεννωμένων ἀμείνουϲ οἱ κατὰ τοὺϲ τοιού|τουϲ, ἐν οἷϲ ὀξὺ καὶ πολὺ τὸ ῥεῦμα· κατὰ δὲ τοὺϲ λιμνάζονταϲ οὐκ ἀγαθοί.