De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

τὸ μὲν οὖν βόειον, ὡϲ ἔφην, γάλα λιπαρώτατόν ἐϲτι· τὸ δὲ τῶν προβάτων τε καὶ τῶν αἰγῶν ἔχει μέν τι καὶ αὐτὸ λίπουϲ, ἀλλ’ ἧττον πολύ, τὸ δὲ τῶν ὄνων ἥκιϲτα μετέχει τοῦ τοιούτου χυμοῦ. διὸ καὶ ϲπανίωϲ ἐτυρώθη τινὶ κατὰ τὴν γαϲτέρα πινόμενον αὐτίκα θερμὸν ἅμα τῷ τῶν τιτθῶν ἐκπεϲεῖν. εἰ δ’ ἁλῶν λάβοι καὶ μέλιτοϲ, ἀδύνατον

αὐτῷ παγῆναί τε καὶ τυρωθῆναι κατὰ τὴν γαϲτέρα. διὰ δὲ τὴν αὐτὴν αἰτίαν ἡ κάτω διαχώρηϲιϲ αὐτοῦ γίγνεται πλείων, ὡϲ ἂν καὶ τὸν ὀρὸν ἔχοντοϲ πολύν, ὑφ’ οὖ τὸ ϲύμπαν γάλα τὴν ὑπακτικὴν λαμβάνει δύναμιν, ὅϲον ἐπὶ τῷ τυρώδει τὴν ϲταλτικὴν ἔχον.

ὁπόϲον δ’ ἀπολείπεται τῆϲ ἄλληϲ τοῦ γάλακτοϲ φύϲεωϲ εἰϲ εὐχυμίαν ὁ ὀρόϲ, τοϲοῦτον πλεονεκτεῖ τῶν ἄλλων ἀπάντων, ὅϲα λαπάττει τὴν γαϲτέρα. διό μοι | δοκοῦϲι καὶ οἱ παλαιοὶ πλείϲτῳ χρῆϲθαι τούτῳ τῷ πόματι πρὸϲ ὑπαγωγὴν γαϲτρόϲ. ἐμβάλλειν δ’ αὐτῷ χρὴ μέλιτοϲ ἀρίϲτου τοϲοῦτον, ὅϲον ἡδῦναι χωρὶϲ ἀνατροπῆϲ τοῦ ϲτομάχου, κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τῶν ἁλῶν ἄχρι τοῦ μὴ λυπῆϲαι τὴν γεῦϲιν. εἴ γε μὴν ὑπάγειν αὐτὸ μᾶλλον ἐθέλοιϲ, ὡϲ πλεῖϲτον ἔμβαλλε τῶν ἁλῶν.