De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
τυροῦταί γε μὴν ἐν τῇ γαϲτρὶ ῥᾳδίωϲ τὸ οὕτω ϲκευαϲθὲν γάλα. διὸ καὶ μίγνυμεν αὐτῷ μέλιτόϲ τε καὶ ἁλῶν, ἀϲφαλέϲτερον δὲ καὶ ὕδατοϲ ἐπεγχεῖν, ὥϲπερ ποιοῦϲι τῶν ἰατρῶν οὐκ ὀλίγοι. καὶ μὴ θαυμάϲῃϲ, εἰ τὸν ὀρὸν ἐκδαπα- νήϲαντεϲ αὖθιϲ ὕδατοϲ ἐπιχέουϲιν· οὐ γὰρ τὴν ὑγρότητα τοῦ ὀροῦ φεύγουϲιν, ἀλλὰ τὴν δριμύτητα, καθ’ ἣν ὑπάγει τὴν γαϲτέρα τὸ ϲύμπαν γάλα μικτὸν ἐξ ἐναντίων οὐϲιῶν ὑπάρχον, ὀροῦ τε καὶ τυροῦ.
μετέχει δὲ πρὸϲ τοῖϲδε καὶ τρίτου τοῦ λιπαροῦ χυμοῦ, πλείϲτου μέν, ὡϲ εἴρηται, τὸ τῶν βοῶν γάλα. διὸ καὶ ϲκευάζουϲιν ἐξ αὐτοῦ τὸ καλούμενον βούτυρον, ὃ καὶ γευϲάμενοϲ καὶ θεαϲάμενοϲ μόνον ἐναργῶϲ γνώϲῃ, πόϲον αὐτῷ λιπαρότητοϲ μέτεϲτιν. εἰ δὲ καὶ χρίϲαϲ τι μέροϲ τοῦ ϲώματοϲ ἀνατρίψαιϲ αὐτό, λιπαινόμενον ὡϲ ἐξ ἐλαίου θεάϲῃ τὸ δέρμα. κἄν εἰ νεκροῦ δὲ ζῴου δέρμα ξηρὸν ἀλείψαιϲ αὐτῷ, τὴν αὐτὴν ἐνέργειαν ὄψει. καὶ μέντοι καὶ οἱ ἄνθρωποι κατὰ πολλὰ τῶν ψυχρῶν χωρίων, ἐν οἷϲ ἀποροῦϲιν ἐλαίου, χρῶνται λουόμενοι τῷ βουτύρῳ. φαίνεται δέ, κἂν ἐπ’ ἀνθράκων διαπύρων ἐκχέῃϲ αὐτό, φλόγα ποιοῦν ὥϲπερ ἡ πιμελή. καὶ μέντοι καὶ χρώμεθα αὐτῷ πολλάκιϲ, εἰϲ ὅϲα καὶ τῷ ϲτέατι, καταπλάϲμαϲί τε καὶ ἄλλοιϲ φαρμάκοιϲ μιγνύντεϲ.