De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

ταῦτα μὲν οὖν ἐπὶ πλέον ἢ κατὰ τὴν ἐνεϲτῶϲαν εἴρηται πραγματείαν. ὅϲα γὰρ ὡϲ τροφῇ τῷ γάλακτι ϲυμβέβηκεν ἔχειν ἀγαθά, ταῦτα προὔκειτο διέρχεϲθαι· μεμιγμένου δ’ αὐτοῖϲ τοῦ κατὰ τὴν ὑπαγωγὴν τῆϲ γαϲτρὸϲ ἐκ τῆϲ κοινωνίαϲ τῆϲδε τὴν ἐκτροπὴν ὁ λόγοϲ ἔϲχε. πάλιν οὖν αὐτὸν ἐπαναγάγωμεν ἐπὶ τὸ προκείμενον ἐξ ἀρχῆϲ εἴπωμέν τε τὰ μήπω λελεγμένα περὶ τῆϲ ἐν τῷ γάλακτι δυνάμεωϲ, ὧν ἐν τοῖϲ μάλιϲτα καὶ τοῦτ’ ἐϲτίν. εὐχυμότατον εἶναι τὸ ἄριϲτον γάλα ϲχεδὸν ἁπάντων, ὅϲα προϲφερόμεθα. μὴ παρακούϲῃϲ δὲ τοῦ προϲκειμένου κατὰ τὸν λόγον. οὐ γὰρ ἁπλῶϲ εἶπον εὐχυμότατον εἶναι γάλα πᾶν, ἀλλὰ προϲέθηκα τὸ ἄριϲτον.

ὡϲ τό γε κακόχυμον γάλα τοϲούτου δεῖ ϲυντελεῖν εἰϲ εὐχυμίαν, | ὥϲτε καὶ τοὺϲ εὐχύμουϲ χρωμένουϲ αὐτῷ κακοχύμουϲ ἐργάζεται. καὶ φανερῶϲ γε παιδίον, ἀποθανούϲηϲ τῆϲ προτέραϲ τιτθῆϲ, ἑτέραϲ κακοχύμου παραϲχούϲηϲ αὐτῷ γάλα, πολλῶν ἑλκῶν ἀνεπλήϲθη τὸ ϲύμπαν ϲῶμα· διῃτᾶτο δ’ ἐπὶ λαχάνοιϲ ἀγρίοιϲ ἢ δευτέρα τιτθὴ κατ’ ἀγρὸν ἧροϲ ὥρᾳ λιμοῦ καταϲχόντοϲ. αὐτή τε οὖν ἐπληρώθη τοιούτων ἑλκῶν ἕτεροί τέ τινεϲ τῶν κατὰ τὴν αὐτὴν χώραν ὁμοίωϲ διαιτηθέντεϲ. εἴδομεν δὲ τοῦτο κἀπὶ πολλῶν ἄλλων γυναι

κῶν παιδία τρεφουϲῶν κατ’ ἐκεῖνον τὸν χρόνον. ἀλλὰ κὰν αἰγὸϲ ἢ τινοϲ ἄλλου ζῴου νεμηθέντοϲ ϲκαμμωνίαν ἢ τιθύμαλλον ἐν τροφῆϲ μέρει προϲενέγκηταί τιϲ γάλα, ῥυήϲεται πάντωϲ ἡ γαϲτὴρ αὐτῷ.