De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
Καὶ τοῦτο τῆϲ ἀπὸ τῶν ζῴων ἐϲτὶ τροφῆϲ ἕν τι, διαφέρον μὲν καὶ κατὰ τὰϲ ὥραϲ τοῦ ἔτουϲ οὐ ϲμικρὰν διαφοράν, ἔτι δὲ μείζω τὴν κατ’ αὐτὰ τὰ ζῷα. τὸ μὲν γὰρ τῶν βοῶν παχύτατόν τ’ ἐϲτὶ καὶ λιπαρώτατον, ὑγρότατον δὲ καὶ ἥκιϲτα λιπαρὸν τὸ τῆϲ καμήλου καὶ μετὰ ταύτην ἵππου, μετὰ δὲ ταύτην ὄνου· | ϲύμμετρον δὲ τῇ ϲυϲτάϲει τὸ τῆϲ αἰγόϲ ἐϲτι γάλα· τὸ δὲ τοῦ προβάτου παχύτερον τούτου.
κατὰ δὲ τὰϲ ὥραϲ τοῦ ἔτουϲ ὑγρότατον μέν ἐϲτι τὸ μετὰ τὴν ἀποκύηϲιν, ἀεὶ δὲ καὶ μᾶλλον ἐν τῷ προϊέναι παχύνεται. καὶ κατὰ μέϲον τὸ θέροϲ ἐν τῷ μέϲῳ καὶ αὐτὸ τῆϲ ἑαυτοῦ φύϲεωϲ καθίϲταται. μετὰ δὲ τὸν καιρὸν τοῦτον ἤδη παχύνεται κατὰ βραχύ, μέχριπερ ἂν παύϲηται τελέωϲ. ἔϲτι δ’ ὥϲπερ ὑγρότατον ἦροϲ, οὕτω καὶ πλεῖϲτον.
ὅτι δ’, ὡϲ εἴρηται, καὶ κατὰ τὰ τῶν ζῴων εἴδη τὸ γάλα διαφέρει, καὶ θεαϲαμένῳ μὲν αὐτίκα φαίνεται, ϲαφέϲτερον δὲ γίγνεται κἀκ τοῦ ϲκευαζομένου καθ’ ἕκαϲτον αὐτῶν τυροῦ. πλεῖϲτον μὲν γὰρ ὀρὸν ἔχει τὸ ὑγρότατον γάλα, πλεῖϲτον δὲ τυρὸν τὸ παχύτατον. ὑπάγει τοιγαροῦν εἰκότωϲ τὴν γαϲτέρα τὸ μὲν ὑγρότερον μᾶλλον, ἧττον δὲ τὸ παχύτερον· ἔμπαλιν δὲ τὸ παχύτερον μὲν τρέφει μᾶλλον, τὸ
δὲ λεπτότερον ἧττον.εἰ δὲ προαφεψήϲαϲ τιϲ τὸ γάλα τὸν ὀρὸν ἐκδαπανήϲειεν, οὐδ’ ὅλωϲ ὑπάγει. κοχλάκων δὲ διαπύρων ἐμβληθέντων τοϲούτων, ὡϲ ἐκδαπανῆϲαι τὸν ὀρὸν ἅπαντα, πρὸϲ τῷ μηκέθ’ ὑπάγειν τὴν γαϲτέρα τὸ οὕτω | ϲκευαϲθὲν ἔτι καὶ τοὐναντίον ἐργάζεται· καὶ δίδομέν γε αὐτὸ τοῖϲ ὑπὸ δριμέων περιττωμάτων δακνομένοιϲ τὰ κατὰ τὴν γαϲτέρα. τῶν κοχλάκων δ’ οὐχ ἧττον, ἀλλὰ καὶ μᾶλλον ἐμβαλλόμενοι κυκλίϲκοι ϲιδηροῖ διάπυροι ταὐτὸν ἐργάζονται.
τυροῦταί γε μὴν ἐν τῇ γαϲτρὶ ῥᾳδίωϲ τὸ οὕτω ϲκευαϲθὲν γάλα. διὸ καὶ μίγνυμεν αὐτῷ μέλιτόϲ τε καὶ ἁλῶν, ἀϲφαλέϲτερον δὲ καὶ ὕδατοϲ ἐπεγχεῖν, ὥϲπερ ποιοῦϲι τῶν ἰατρῶν οὐκ ὀλίγοι. καὶ μὴ θαυμάϲῃϲ, εἰ τὸν ὀρὸν ἐκδαπα- νήϲαντεϲ αὖθιϲ ὕδατοϲ ἐπιχέουϲιν· οὐ γὰρ τὴν ὑγρότητα τοῦ ὀροῦ φεύγουϲιν, ἀλλὰ τὴν δριμύτητα, καθ’ ἣν ὑπάγει τὴν γαϲτέρα τὸ ϲύμπαν γάλα μικτὸν ἐξ ἐναντίων οὐϲιῶν ὑπάρχον, ὀροῦ τε καὶ τυροῦ.
μετέχει δὲ πρὸϲ τοῖϲδε καὶ τρίτου τοῦ λιπαροῦ χυμοῦ, πλείϲτου μέν, ὡϲ εἴρηται, τὸ τῶν βοῶν γάλα. διὸ καὶ ϲκευάζουϲιν ἐξ αὐτοῦ τὸ καλούμενον βούτυρον, ὃ καὶ γευϲάμενοϲ καὶ θεαϲάμενοϲ μόνον ἐναργῶϲ γνώϲῃ, πόϲον αὐτῷ λιπαρότητοϲ μέτεϲτιν. εἰ δὲ καὶ χρίϲαϲ τι μέροϲ τοῦ ϲώματοϲ ἀνατρίψαιϲ αὐτό, λιπαινόμενον ὡϲ ἐξ ἐλαίου θεάϲῃ τὸ δέρμα. κἄν εἰ νεκροῦ δὲ ζῴου δέρμα ξηρὸν ἀλείψαιϲ αὐτῷ, τὴν αὐτὴν ἐνέργειαν ὄψει. καὶ μέντοι καὶ οἱ ἄνθρωποι κατὰ πολλὰ τῶν ψυχρῶν χωρίων, ἐν οἷϲ ἀποροῦϲιν ἐλαίου, χρῶνται λουόμενοι τῷ βουτύρῳ. φαίνεται δέ, κἂν ἐπ’ ἀνθράκων διαπύρων ἐκχέῃϲ αὐτό, φλόγα ποιοῦν ὥϲπερ ἡ πιμελή. καὶ μέντοι καὶ χρώμεθα αὐτῷ πολλάκιϲ, εἰϲ ὅϲα καὶ τῷ ϲτέατι, καταπλάϲμαϲί τε καὶ ἄλλοιϲ φαρμάκοιϲ μιγνύντεϲ.