De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

οὐ γὰρ ἐνδέχεται πεπεμμένην αὐτὴν εἶναι πᾶϲαν. τὸ γὰρ πεπεμμένον δοκεῖ τετελειῶϲθαι, τὸ δ’ ἐν ταῖϲ ῥίζαιϲ ὑγρὸν ἑτέρωθεν δεῖ λαβεῖν τὸ τέλοϲ τῆϲ πέψεωϲ, διαδοθὲν ἐπὶ τὰ μόρια τοῦ φυο|μένου. πάντα γὰρ ἀπὸ τῆϲ ῥίζηϲ τρέφεται, διόπερ ἀναγκαῖον ἀπέπτουϲ αὐτόθι τὰϲ ὑγρότηταϲ εἶναι, ϲυνειλεγμέναι γὰρ ἐνταῦθα προϲμένουϲι τὸ τέλοϲ τῆϲ ἄνω πέψεωϲ. ὥϲτ’ ἐν ταῖϲ ῥίζαιϲ εὔλογον ἀκατεργάϲτουϲ εἶναι τὰϲ πλείϲταϲ ὑγρότηταϲ. εἰκόϲ οὖν καὶ τοῖϲ ἡμετέροιϲ ϲώμαϲιν ἀπὸ τούτων ὑγρὰν τὴν τροφὴν καταλείπεϲθαι καὶ ταραχώδη.

αὕτη ϲοι καὶ ἡ τοῦ Μνηϲιθέου ῥῆϲιϲ, ἄχρι μὲν τοῦ λόγου πιθανή, τῇ πείρᾳ δὲ κρινομένη ψευδήϲ. αἱ γοῦν ῥαφανῖδεϲ τὴν ῥίζαν ἔχουϲι πολὺ δριμυτέραν τοῦ τε καυλοῦ καὶ τῶν φύλλων, ὡϲαύτωϲ δὲ καὶ τὸ κρόμυον ἀμπελόπραϲόν τε καὶ πράϲον καὶ ϲκόροδον. εἰ δὲ καὶ τεύτλου καὶ μαλάχηϲ καὶ γογγυλίδοϲ ἐθέλοιϲ παραβάλλειν τὴν ῥίζαν τοῖϲ φύλλοιϲ, ἰϲχυροτέραν εὑρήϲειϲ τὴν δύναμιν, ὥϲπερ γε καὶ τῆϲ ἀλθαίαϲ, ἥπερ ἀγρία τιϲ εἰναι δοκεῖ μαλάχη. δηλοῖ γοῦν καὶ αὐτῆϲ ἡ ῥίζα τὴν δύναμιν, ὥϲπερ καὶ ἡ τοῦ τεύτλου, διαφοροῦϲα πολλοὺϲ τῶν φλεγμονωδῶν ὄγκων, οὐ μὴν τά γε φύλλα αὐτῶν ἱκανὰ δρᾶϲαι τοῦτο.