De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
Ἐβουλόμην ἂν ἀληθῆ τὸν Μνηϲιθέου λόγον ὑπάρχειν, ὃν ἐν τῷ Περὶ τῶν ἐδεϲμάτων ἔγραψεν. οἱ γὰρ καθόλου λόγοι διὰ βραχείαϲ λέξεωϲ πολλὰ διδάϲκουϲιν, ὅταν γ’ ἀληθεῖϲ ὦϲιν, ὥϲπερ γε καὶ μεγάλα βλάπτουϲιν οὐκ ἀληθεύοντεϲ. ἔϲτι δ’ ἃ λέγει καθόλου περὶ τῶν ἐν τοῖϲ φυτοῖϲ μορίων ὁ Μνηϲίθεοϲ ταῦτα·
πρῶτον μὲν οὖν αἱ ῥίζαι πᾶϲαι δύϲπεπτοί τ’ εἰϲὶ καὶ ταρακτικαί· λέγω δ’ οἷον ῥαφανῖδαϲ ϲκόροδα κρόμυα γογγυλίδαϲ καὶ πᾶν τὸ τοιοῦτον γένοϲ. ὅϲων γὰρ ἡ ῥίζα καὶ τὸ κατὰ γῆϲ πεφυκὸϲ ἐδώδιμόν ἐϲτι, ταῦτα πάντα εἰϲ τὴν δύϲπεπτον ἰδέαν καταχωρίζεται. ϲυμβαίνει γὰρ τὰϲ τροφὰϲ ἐκ τῶν ῥιζῶν
ἅπαϲι τοῖϲ μέρεϲι τῶν φυομένων ἀναπέμπεϲθαι. ϲυνάγουϲιν οὖν εἰϲ ἑαυτὰϲ ὑγρότητα πολλὴν αἱ ῥίζαι καὶ ταύτην ἄπεπτον ἔχουϲι τὴν πλείϲτην·