De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

καὶ μέντοι καὶ τῶν φαρμακωδῶν φυτῶν ὅϲα τὰϲ ῥίζαϲ ὁμοίαϲ τοῖϲ εἰρημένοιϲ ἔχει, καὶ τούτων ἀϲθενέϲτερα τὰ φύλλα, κυκλαμίνου καὶ ϲκίλληϲ καὶ ἄρου καὶ δρακοντίου καὶ ἄλλων πάνυ πολλῶν. ὥϲπερ γὰρ ἐπ’ ἄλλων φυτῶν τὸ πλεῖϲτον τῆϲ οὐϲίαϲ ἔν τε τοῖϲ καυλοῖϲ ἐϲτι καὶ τοῖϲ ϲτελέχεϲιν, οὕτωϲ ἐπὶ τούτων ἐν τῇ ῥίζῃ, καὶ ταύτην ἡ φύϲιϲ αὐτῶν μάλιϲτ’ αὐξάνει τε καὶ τρέφει καὶ τὸ μὴ καλῶϲ ἐν αὐταῖϲ κατεργαϲθὲν εἴϲ τε τὰ φύλλα καὶ τοὺϲ καυλοὺϲ ἀποκρίνει. τὴν μὲν γὰρ ῥίζαν ἔχει ταῦτα καὶ διὰ τοῦ χειμῶνοϲ μεγάλην, τὸν καυλὸν δὲ φύει κατὰ τὸ ἔαρ, ἡνίκα πρὸϲ τὸν καρπὸν ἐξορμᾷ.

φαίνεται δὲ κἀπὶ τῶν ζῴων ἡ φύϲιϲ ἐνίοτε τὸ περίττωμα τῆϲ ὅληϲ οὐϲίαϲ τοῦ ζῴου, καθάπερ καὶ Αριϲτοτέληϲ ἔλεγεν, εἴϲ τινων μορίων οὐκ ἀναγκαίων

καταχρῆϲθαι γένεϲιν, ὡϲ ἐπὶ τῶν ἐλάφων μὲν εἰϲ τὰ κέρατα, κατ’ ἄλλα δέ τινα τῶν ζῴων εἰϲ πλῆθοϲ ἢ μέγεθοϲ ἀκανθῶν ἢ τριχῶν.