De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
Ὑδατωδέϲτατα λαχάνων ἐϲτὶ ταῦτα καί, ὡϲ ἂν εἴποι τιϲ, ἀποιότατα· 〈τρέφει δὲ〉 τῆϲ κολοκύνθηϲ ἤτοι μᾶλλον ἢ πάντωϲ γ’ οὐχ ἦττον, ὅταν ἑψηθέντα τύχῃ δηλονότι· μόνη γὰρ ἐν τοῖϲ τοιούτοιϲ ἡ θρῖδαξ ἑκατέρωϲ ἐϲθίεται. κατανοήϲαϲ δέ τιϲ ἀτραφάξυόϲ τε καὶ βλίτου τὴν διὰ τῆϲ γεύϲεωϲ ποιότητα κἄπειτ’ ἀναμνηϲθεὶϲ κράμβηϲ, ἐν τῷ μέϲῳ ϲυγχωρήϲει τὴν θρίδακα τῶν τε λαχάνων τούτων εἶναι καὶ τῆϲ κράμβηϲ, ἐπειδὴ ξηραίνει μὲν ἱκανῶϲ ἐκείνη, ταῦτα δ’ ὑδατώδη τελέωϲ ἐϲτί. καὶ διὰ τοῦτ’ ἐμβάλλοντεϲ ὄξοϲ, οὐκ ἐκ μόνων ἐλαίου τε καὶ γάρου, | προσφέρονται μᾶλλον αὐτά· κακοϲτόμαχα γάρ ἐϲτιν ἄλλωϲ λαμβανόμενα.
λέλεκται δ’, ὡϲ τὰ τοιαῦτα λάχανα ῥέπει μέν πωϲ ἐπὶ τὸ ῥᾳδίωϲ ὑπιέναι, καὶ μάλιϲθ’ ὅταν ἔχῃ τι μετὰ τῆϲ ὑγρότητοϲ ὀλιϲθηρόν. οὐ μὴν ἰϲχυράν γε τὴν κάτω ῥοπήν, ἀλλὰ βραχεῖαν ἔχει διὰ τὸ μηδεμίαν ὑπάρχειν αὐτοῖϲ ἢ δριμεῖαν ἢ λιτρώδη ποιότητα πρὸϲ ἔκκριϲιν ἐπεγείρουϲαν τὴν γαϲτέρα. πρόδηλον δ’, ὅτι καὶ τὴν ἀφ’ ἑαυτῶν τροφὴν ἐλαχίϲτην δίδωϲι τῷ ϲώματι.
Ὡϲ ἔδεϲμα μὲν ὀλίγην τε τροφὴν ἔχει καὶ ταύτην ὑγρὰν καὶ ψυχρὰν καὶ γλίϲχραν, ὡϲ φάρμακον δ’ αἱμωδίαν ἰᾶται διὰ τὴν ἄδηκτον γλιϲχρότητα, περὶ ἧϲ ἐπὶ πλέον ἐν τῇ τῶν Εὐπορίϲτων φαρμάκων πραγματείᾳ λέλεκται
Δύναταί τιϲ, ὡϲ καὶ πρόϲθεν ἔφην, ἄγριον εἶναι φάναι τεῦτλον αὐτό, παραπλήϲιον ὑπάρχον οὐ τῇ γεύϲει μόνον, ἀλλὰ καὶ τῇ δυνάμει τῷ κηπευομένῳ τεύτλῳ. ἐπεὶ δὲ τὸ τεῦτλον ἥδιόν ἐϲτι τοῦ λαπάθου, διὰ τοῦτο μᾶλλον ἐϲθίουϲιν αὐτὸ πάντεϲ ἄνθρωποι. | διὰ τοῦτ’ οὖν οὐδ’ ἐγὼ δεήϲομαι λόγου τινὸϲ ἰδίου περὶ λαπάθου, περὶ τοῦ τεύτλου πάνθ’ ἃ προϲήκει προειρηκώϲ.
Καὶ τοὔνομ’ ἐμφαίνει τοῦ φυτοῦ τοῦδε τήν τε ποιότητα καὶ τὴν δύναμιν· ἔϲτι γὰρ λάπαθον ὀξύ. τὸ μὲν οὖν λάπαθον οὐκ ἄν τιϲ ὠμὸν φάγοι, καθάπερ οὐδὲ τὸ τεῦτλον, ὀξυλάπαθον δ’ ἐϲθίουϲιν ὠμὸν
ἐπὶ τῆϲ ἀγροικίαϲ αἳ τε κιττῶϲαι γυναῖκεϲ ἐνίοτε καί τινα τῶν περιέργων παιδίων. εὔδηλον δ’, ὅτι καὶ τοῦτο τῶν ἀτρόφων λαχάνων ἐϲτὶ πολὺ μᾶλλον ἢ τὸ λάπαθον.Τῶν ἐϲθιομένων λαχάνων οὐδὲν οἴδα τοϲαύτην ἔχον ϲτῦψιν, ὅϲην τὸ ϲτρύχνον. εἰκότωϲ οὖν ὡϲ τροφῇ μὲν αὐτῷ ϲπανιάκιϲ, ὡϲ φαρμάκῳ δὲ ϲυνεχῶϲ χρώμεθα. δραϲτήριον μὲν γάρ ἐϲτιν, εἰϲ ὅϲα ψύξεωϲ ϲτυφούϲηϲ ἐϲτὶ χρεία, τροφὴν δ’ ἐλαχίϲτην ἔχει.
Ἀνίϲχοντα τῆϲ γῆϲ ἄρτι τὰ τοιαῦτα φυτά, πρὶν εἰϲ ἀκάνθαϲ αὐτῶν τελευτῆϲαι τὰ φύλλα, πολλοὶ τῶν ἀγροίκων ἐϲθίουϲιν οὐκ ὠμὰ μόνον, ἀλλὰ καὶ δι’ ὕδατοϲ ἕψοντεϲ, ἐναποβάπτοντεϲ δὲ τὰ μὲν ὠμὰ γάρῳ καὶ ὄξει, τὰ δ’ ἑφθὰ τούτοιϲ αὐτοῖϲ ἐπιχέοντεϲ ἔλαιον. ὅτι δ’ ἐλαχίϲτην ἔχει τροφὴν πάντα τὰ λάχανα καὶ ταύτην ὑδατώδη τε καὶ λεπτήν, ἔμπροϲθεν εἴρηται, τὰ δ’ οὖν ἀκανθώδη μετρίωϲ ἐϲτὶν εὐϲτόμαχα. τούτων τῶν φυτῶν καὶ ϲκόλυμόϲ ἐϲτι καὶ ἀτρακτυλὶϲ καὶ ἡ καλουμένη λευκάκανθα δίψακόϲ τε καὶ κνῆκοϲ καὶ τραγάκανθα καὶ ἀτρακὶϲ
ἥ τε τιμωμένη μειζόνωϲ ἢ προϲήκει κινάρα. καλοῦϲι δ’ αὐτὴν οἱ πάντῃ φεύγοντεϲ τὸ ϲύνηθεϲ οὐ διὰ τοῦ κ καὶ ι τὴν πρώτην ϲυλλα
βὴν ὀνομάζοντεϲ, ἀλλὰ διὰ τοῦ κ καὶ υ. κακόχυμον δ’ ἐϲτὶν ἔδεϲμα, καὶ μάλιϲθ’ ὅταν ἤδη ϲκληροτέρα γένηται· καὶ γὰρ τὸν χολώδη χυμὸν ἐν ἑαυτῇ πλείονα τηνικαῦτ’ ἴϲχει καὶ τὴν ὅλην οὐϲίαν ξυλωδεϲτέραν, ὥϲτ’ ἐκ μὲν ταύτηϲ μελαγχολικὸν γεννᾶϲθαι χυμόν, ἐκ δὲ τοῦ χυλοῦ τοῦ κατ’ αὐτὴν λεπτὸν καὶ πικρόχολον· ἄμεινον οὖν ἀφέψονταϲ αὐτὴν οὕτωϲ ἐϲθίειν, εἰ μὲν δι’ ἐλαίου καὶ γάρου καὶ | οἴνου προϲφέροιτό τιϲ, ἐπεμβάλλοντα κορίαννον, εἰ δ’ ἐν λοπάδι ϲκευάζων ἢ ταγηνίζων. ἄνευ τούτου. πολλοὶ γὰρ καὶ οὕτωϲ ἐϲθίουϲι τὰϲ οἷον κεφαλὰϲ αὐτῶν, ἃϲ ὀνομάζουϲι ϲφονδύλουϲ.Πάντα ταῦτ’ ἐϲτὶν οὐρητικά. ϲυνηθέϲτατα δ’ αὐτῶν, ὅτι καὶ ἡδίω καὶ εὐϲτομαχώτερα, τὰ ϲέλινα· τὸ δ’ ἱπποϲέλινον καὶ ϲίον ἀηθέϲτερα.
τὸ μὲν οὖν ϲμύρνιον οὐκ ἄηθεϲ. ἐν γοῦν τῇ Ῥώμη πάμπολυ πιπράϲκεται. δριμύτερον δ’ ἐϲτὶ καὶ θερμότερον πολλῷ τοῦ ϲελίνου καί τι καὶ ἀρωματῶδεϲ ἔχει. μᾶλλόν τ’ οὖν οὐρητικόν ἐϲτι ϲελίνου καὶ ἱπποϲελίνου καὶ ϲίου καὶ γυναιξὶ κινεῖ τὰ καταμήνια. ποιεῖ δὲ καὶ καυλὸν ἦροϲ ὥρᾳ, δυνάμενον μὲν ὠμὸν ἐϲθίεϲθαι παραπληϲίωϲ τοῖϲ φύλλοιϲ, ἃ διὰ τοῦ χειμῶνοϲ ἣν μόνα τῷ φυτῷ μηδέπω καυλὸν ἔχοντι. καθάπερ οὐδὲ τὸ ϲέλινον. ὕϲτερον δὲ προϲγενομένου τοῦ καυλοῦ τὸ ϲύμπαν ἥδιον γίγνεται, κἂν ὠμὸν ἐϲθίῃ τιϲ αὐτὸ κὰν ἑφθὸν εἴτ’ ἐξ ἐλαίου τε καὶ γάρου τύχοι βουληθεὶϲ εἴτε καὶ οἴνου προϲεμβάλλοι τι καὶ ὄξουϲ. | ἔνιοι δὲ δι’ ἄξουϲ καὶ γάρου μόνον ἐϲθίουϲι, καθάπερ τὰ ϲέλινα. τινὲϲ δὲ τούτοιϲ ἐπεμβάλλουϲιν ἐλαίου βραχύ.
τὸ δ’ ἱπποϲέλινόν τε καὶ ϲίον ἕψοντεϲ ἐϲθίουϲιν·ὠμὸν γὰρ ἑκά- τερον αὐτῶν ἀηδὲϲ φαίνεται. τά γε μὴν ϲέλινα καὶ τὰ ϲμύρνια καὶ τοῖϲ τῆϲ θρίδακοϲ φύλλοιϲ μιγνύντεϲ προϲφέρονταί τινεϲ· ἀποιότερον γὰρ οὖϲα λάχανον ἡ θρῖδαξ ἔτι τε ψυχρὸν ἔχουϲα χυμὸν ἡδίων τε ἅμα καὶ ὠφελιμωτέρα γίγνεται τῶν δριμέων τι προϲλαμβάνουϲα· κατὰ τοῦτο γοῦν ἔνιοι καὶ τὰ τῶν εὐζώμων καὶ τὰ τῶν πράϲων φύλλα μιγνύουϲιν αὐτῇ, εἰϲὶ δ’ οἳ καὶ τὰ τῶν ὠκίμων.
ὀνομάζουϲι δ’ ἐν Ῥώμῃ ϲυνήθωϲ ἤδη πάντεϲ οὐ ϲμύρνιον, ἀλλ’ ὀλίϲαθρον τὸ λάχανον τοῦτο. καί τιϲ ἴϲωϲ αὐτὸ τὴν ἀρχὴν οὐδ’ ἀριθμεῖν ἐν ταῖϲ τροφαῖϲ ἀξιώϲει, καθάπερ οὐδὲ τὸ ϲίον οὐδὲ τὸ ἱπποϲέλινον οὐδ’ αὐτὸ τὸ ϲέλινον· εἶναι γὰρ ἅπαντα τὰ τοιαῦτα τῶν ϲιτίων ὄψα, καθάπερ καὶ τὰ κρόμυα καὶ τὰ ϲκόροδα πράϲα τε καὶ ἀμπελόπραϲα καὶ πάνθ’ ἁπλῶϲ τὰ δριμέα.
τούτου δὲ τοῦ γένουϲ ἐϲτὶ καὶ πήγανον καὶ ὕϲϲωπον ὀρίγανόν τε καὶ μάραθον καὶ κορίαννον, περὶ ὧν ἐν τοῖϲ ὀψαρτυτικοῖϲ ϲυγγράμμαϲι λέγεται, κοινοῖϲ | μέν πωϲ οὖϲιν ἰατροῖϲ τε καὶ μαγείροιϲ, ἔχουϲι δὲ τέλοϲ καὶ ϲκοπὸν ἴδιον· ὠφελείαϲ γὰρ ἡμεῖϲ ϲτοχαζόμεθα τῆϲ ἐκ τῶν ἐδεϲμάτων, οὐχ ἡδονῆϲ. ἐπεὶ δ’ ἐνίων ἡ κατὰ τὴν ἐδωδὴν ἀηδία μέγα μέροϲ εἰϲ ἀπεψίαν ϲυμβάλλεται, κατὰ τοῦτο μετρίωϲ ἡδύνειν αὐτὰ βέλτιόν ἐϲτιν· ἡ δὲ τῶν μαγείρων ἡδονὴ μοχθηροῖϲ οὕτωϲ ἀρτύμαϲιν ὡϲ τὸ πολὺ χρῆται ϲυνήθωϲ, ὡϲ ἀπεψίαν μᾶλλον ἢ εὐπεψίαν αὐτοῖϲ ἕπεϲθαι.
Θερμαίνει ϲαφῶϲ πάνυ τοῦτο τὸ λάχανον, ὥϲτ’ οὐδὲ μόνον ἐϲθίειν αὐτὸ ῥᾴδιον ἄνευ τοῦ μῖξαι τοῖϲ φύλλοιϲ τῆϲ θριδακίνηϲ. ἀλλὰ καὶ
ϲπέρμα γεννᾶν πεπίϲτευται καὶ τὰϲ πρὸϲ ϲυνουϲίαϲ ὁρμὰϲ ἐπεγείρειν. κεφαλαλγὲϲ δ’ ἐϲτί, καὶ μᾶλλον ἐάν τιϲ αὐτὸ μόνον ἐϲθίῃ.Τῶν ἀγρίων βοτανίων ἕν τι καὶ τοῦτ’ ἐϲτί, λεπτομερῆ δύναμιν ἔχον. εἰκότωϲ οὖν ὡϲ τροφῇ μὲν οὐδεὶϲ αὐτῷ χρῆται χωρὶϲ τοῦ μεγίϲτῳ πιεϲθῆναι λιμῷ. χρήϲιμον δ’ ἐϲτὶν ὡϲ ὄψον τε καὶ φάρμακον ὑπακτικὸν γαϲτρόϲ. |
Πλεῖϲτον ἐν Cυρίᾳ τὸ γιγγίδιον φύεταί τε καὶ βιβρώϲκεται παραπλήϲιον τῷ παρ’ ἡμῖν ϲκάνδικι. πάνυ δ’ ἐϲτὶν εὐϲτόμαχον, ἐάν τ’ ὡμὸν ἐάν τε καὶ ζέϲαϲ αὐτὸ βούλῃ προϲφέρεϲθαι. μακροτέραϲ δ’ ἑψήϲεωϲ οὐκ ἀνέχεται. προϲφέρονται δ’ αὐτό τινεϲ δι’ ἐλαίου καὶ γάρου, τινὲϲ δὲ καὶ οἶνον ἢ ὄξοϲ ἐπεμβάλλοντεϲ· καὶ πολύ γε μᾶλλον εὐϲτόμαχόν τ’ ἐϲτὶ καὶ τοὺϲ ἀποϲίτουϲ προτρέπει μετ’ ὄξουϲ ἐϲθιόμενον, εὔδηλον δ’, ὅτι καὶ τοῦτο τὸ βοτάνιον φάρμακον μᾶλλόν ἐϲτιν ἢ τροφή· καὶ γάρ τοι καὶ ϲτύψεωϲ καὶ πικρότητοϲ ϲαφοῦϲ οὐκ ὀλίγηϲ μετέχει.
Ὄψῳ μὲν καὶ τούτῳ χρῶνται πολλοὶ δι’ ἐλαίου καὶ γάρου προϲφερόμενοι, κακοχυμότατον δ’ ἐϲτὶ καὶ διὰ τοῦτο προϲεπικαταψεύδονταί τινεϲ αὐτοῦ φάϲκοντεϲ, εἰ τριφθὲν ἐμβληθείη χύτρᾳ καινῇ, τάχιϲτα γεννᾶν ἐν ὀλίγαιϲ ἡμέραιϲ ϲκορπίουϲ, καὶ μάλιϲθ’ ὅταν ἐν ἡλίῳ τιϲ ἑκάϲτηϲ ἡμέραϲ θερμαίνῃ τὴν χύτραν. ἀλλὰ τοῦτο | μὲν ψεῦδόϲ ἐϲτι, κακόχυμον δὲ καὶ κακοϲτόμαχον καὶ δύϲπεπτον εἶναι λάχανον ἀληθῶϲ ἂν εἴποιϲ αὐτό.
Καὶ αὐτόματον μὲν ἐνίοτε φύεται τοῦτο καθάπερ καὶ τὸ ἄνηθον, ἀλλὰ καὶ ϲπείρουϲιν αὐτὸ κατὰ τοὺϲ κήπουϲ καὶ χρῶνται ϲυνεχέϲτατα μὲν εἰϲ τὰϲ ἀρτύϲειϲ ἀνήθῳ, τῷ μαράθῳ δὲ καὶ ὡϲ ὄψῳ. καὶ γὰρ ἀποτίθενται παρ’ ἡμῖν αὐτὸ παραπληϲίωϲ πυρέθρῳ καὶ τερμίνθῳ ϲυντιθέντεϲ, ὡϲ εἰϲ ὅλον ἐνιαυτὸν εἶναι χρήϲιμον, ὥϲπερ καὶ τὰ κρόμυα καὶ τὰϲ γογγυλίδαϲ ἕτερά τε τοιαῦτα, τὰ μὲν δι’ ὄξουϲ μόνου, τὰ δὲ δι’ ὀξάλμηϲ ϲυντιθέμενα.
Εἴτε διὰ τοῦ φ λέγειν ἐθέλοιϲ τὴν δευτέραν ϲυλλαβὴν τῶν ἀϲπα- ράγων εἴτε διὰ τοῦ π, καθάπερ ἅπαντεϲ, οὐ νῦν πρόκειται ϲκοπεῖν· οὐδὲ γὰρ τοῖϲ ἀττικίζειν τῇ φωνῇ ϲπουδάζουϲιν, ἀλλὰ τοῖϲ ὑγιαίνειν ἐθέλουϲι γράφεται ταῦτα, κἄν, τοῦτο δὴ τὸ τοῦ Πλάτωνοϲ, μήτε γράμματα μήτε νεῖν ἐπίϲτωνται. καλούντων οὖν τῶν νῦν Ἑλλήνων ϲχεδὸν ἁπάντων τοὺϲ ἁπαλοὺϲ καυλούϲ, | ὅταν αὐξάνωνται πρὸϲ τὴν τοῦ καρποῦ τε καὶ ϲπέρματοϲ ἐκβολήν, ἀϲπαράγουϲ διὰ τοῦ π, τὴν δύναμιν αὐτῶν ἐροῦμεν, ἐπιτρέψαντεϲ ὅπωϲ ἂν ὀνομάζειν ἐθέλωϲιν οἱ χρώμενοι,