De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

τούτου δέ πωϲ τοῦ γένουϲ ἐϲτὶ καὶ κιβώρια καὶ κολοκάϲια καὶ τὸ καλούμενον ἄβατον. πρόδηλον δ’, ὅτι πρὸϲ τῷ βραχεῖαν τροφὴν διδόναι τῷ ϲώματι κακόχυμα πάντ’ ἐϲτὶ ταῦτα, καὶ τίνά γ’ αὐτῶν καὶ κακοϲτόμαχα, πλήν, ὡϲ ἔφην, τῶν ἀκανθωδῶν ἄρτι τῆϲ γῆϲ ἀνιϲχόντων· ὅϲα δ’ αὐτῶν ἐμβάλλοντεϲ εἰϲ ἅλμην ἢ ὄξοϲ ἀποτίθενται καὶ φυλάττουϲιν εἰϲ ὅλον τὸν ἐξῆϲ ἐνιαυτόν, ἐπικτᾶταί τι παρὰ τῆϲ ϲκευαϲίαϲ προκλητικὸν εἰϲ ἐδωδήν, εἰ μετρίωϲ τιϲ αὐτῶν γεύοιτο, καθάπερ οἵ τε τῆϲ ἄγνου βλαϲτοὶ καὶ οἱ τῆϲ τερμίνθου.

ταῦτα μὲν οὖν ἐν τοῖϲ ἀγρίοιϲ φυτοῖϲ ἀριθμοῦϲι, καὶ κοινῇ περὶ αὐτῶν αὔταρκεϲ ἐγνωκέναι κακόχυμα πάντ’ εἶναι. περὶ δὲ τῶν ἡμέρων, οὐ κατὰ τὸν κοινὸν λόγον, ἀλλ’ ἰδίᾳ τὴν ἑκάϲτου δύναμιν ἐπίϲταϲθαι πολὺ κάλλιόν ἐϲτι, καὶ μάλιϲτα τῶν ϲυνεχῆ τὴν χρῆϲιν ἐχόντων, ἃ καὶ δι’ αὐτὸ τοῦτο ϲπουδάζεται τοῖϲ ἀνθρώποιϲ, ὑπὸ μακρᾶϲ πείραϲ βαϲανιϲθέντα τῶν ἄλλων εἶναι βελτίω. καὶ τοίνυν ἤδη περὶ αὐτῶν ἐφεξῆϲ ἐρῶ τὴν ἀρχὴν ἀπὸ τῶν λαχάνων ποιηϲάμενοϲ.