De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
καὶ πύρεθρον δὲ καὶ ϲία καὶ ἱπποϲέλινα καὶ μάραθα ϲκάνδικάϲ τε καὶ κιχόρια καὶ χονδρίλαϲ καὶ γιγγίδια καὶ δαύκουϲ καὶ πλείϲτων θάμνων τε καὶ δένδρων τὰϲ ἁπαλὰϲ βλάϲταϲ ἕψοντεϲ ἐϲθίουϲιν οἱ ἄνθρωποι πολλάκιϲ ὑπὸ λιμοῦ βιαζόμενοι, τινὰ δὲ καὶ χωρὶϲ λιμοῦ, καθάπερ ἔνιοι τὴν κορυφὴν τοῦ φοίνικοϲ, ἣν ὀνομάζουϲιν ἐγκέφαλον αὐτοῦ.
τί δεῖ λέγειν ἔτι περὶ τῶν ἁπαλῶν ἀκανθῶν; εἰϲὶ γὰρ αὗταί γε καὶ χωρὶϲ κιμοῦ δι’ ὄξουϲ ἐϲθιόμεναι καὶ γάρου μέτριον ἔδεϲμα. προϲεπιβάλλουϲι δ’ ἔνιοι καὶ τοὔλαιον αὐταῖϲ, καὶ μάλιϲθ’ ὅταν ἐν ὕδατι προαποζεϲθῶϲι· διττῶϲ γὰρ αὐταῖϲ χρῶνται, πολλάκιϲ μὲν ὠμαῖϲ, ἐνίοτε δ’ ἡψημέναιϲ. ἀκανθώδη δὲ λέγω φυτὰ ϲκολύμουϲ, ἀτρακτυλίδαϲ, ἠρύγγιόν τε καὶ κνῆκον καὶ ἀτρακίδα καὶ τὴν καλουμένην λευκάκανθαν ἔτι τε τὸ ἕτερον εἶδοϲ τοῦ χαμαιλέοντοϲ, ὧν ἔνιά τινεϲ τῶν κατὰ τούϲ ἀγροὺϲ ἐμβάλλοντεϲ εἰϲ ἅλμην ἢ ὄξοϲ ἀποτίθενται καθάπερ καὶ τὰϲ γογγυλίδαϲ καὶ τὰ κρόμυα τά τ’ ἀμπελόπραϲα καλούμενα καὶ πύρεθρον ἕτερά τε τοιαῦτα.