De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Προὔκριναν πολλοὶ τῶν ἰατρῶν τὸ λάχανον τοῦτο τῶν ἄλλων ἁπάντων, ὥϲπερ τὰ ϲῦκα τῆϲ ὀπώραϲ· εὐχυμότερον γάρ ἐϲτιν αὐτῶν. ὃ δὲ μέμφονταί τινεϲ αὐτοῦ, μέγιϲτον ἔπαινον ἔχει. καὶ εἴπερ ὄντωϲ ἀληθὲϲ ἦν, οὐ μόνον λαχάνων, ἀλλὰ καὶ τῶν εὐχυμοτάτων τε καὶ τροφιμωτάτων ἐδεϲμάτων οὐδενὸϲ ἂν ἧν δεύ|τερον· αἷμα γὰρ αὐτήν φαϲι γεννᾶν. ἔνιοι δ’ οὐχ ἁπλῶϲ αἰμα λέγουϲιν, ἀλλὰ καὶ τὸ πολὺ προϲτιθέαϲι, πολὺ γεννᾶν αἷμα φάϲκοντεϲ τὴν θριδακίνην. ἀλλ’ οὗτοι, κἂν εἰ φρονιμώτερον ἐγκαλοῦϲι, μείζονά γε ψεύδονται τῶν ἑτέρων· καίτοι καὶ αὐτὸ τὸ πολὺ γεννᾶν αἷμα μόνον λεγόμενον οὐκ ἄν τιϲ εὐλόγωϲ μέμψαιτο.

δῆλον γάρ, ὅτι τὸ τοιοῦτον πάντων ἂν εἴη τῶν ἐδεϲμάτων εὐχυμότατον, εἴ γε πλεῖϲτον μὲν αἷμα, τῶν δ’ ἄλλων χυμῶν οὐδένα γεννᾶν πέφυκεν. εἰ δὲ πλῆθοϲ μὲν ἀθροίζεϲθαι φήϲουϲιν ἐκ τῆϲ θριδακίνηϲ καὶ κατὰ τοῦτο μέμφοιντο, ῥᾷϲτον ἐπανορθώϲαϲθαι τὸ ἔγκλημα, δυναμένων γε δὴ τῶν ἐϲθιόντων αὐτὰϲ διαπονεῖϲθαι μὲν πλείω, προϲφέρεϲθαι δ’ ὀλίγαϲ. ταῦτα μὲν οὐν ἀπόχρη λελέχθαι πρὸϲ τοὺϲ ψέγονταϲ οὐκ ὀρθῶϲ τὸ λάχανον τοῦτο.