De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
Τὰ κεράτια, διὰ τοῦ τ̄ γράμματοϲ λεγομένηϲ τε καὶ γραφομένηϲ τῆϲ τρίτηϲ αὐτῶν ϲυλλαβῆϲ, οὐδὲν ἔοικε τοῖϲ διὰ τοῦ ϲ̄̄ κεραϲίοιϲ. ἔδεϲμα γάρ ἐϲτι κακόχυμόν τε καὶ ξυλῶδεϲ, ἐξ ἀνάγκηϲ δὲ καὶ δύϲπεπτον· οὐδὲν γὰρ ξυλῶδεϲ εὔπεπτον. ἀλλὰ καὶ τὸ μὴ διαχωρεῖϲθαι ταχέωϲ οὐ ϲμικρὸν αὐτοῖϲ ὑπάρχει κακόν. ὥϲτ’ ἄμεινον ἦν αὐτὰ μηδὲ κομίζεϲθαι πρὸϲ ἡμᾶϲ ἐκ τῶν ἀνατολικῶν χωρίων, ἐν οἷϲ γεννᾶται
θαμνῶδεϲ φυτόν ἐϲτιν ἡ κάππαριϲ ἐν Κύπρῳ πλείϲτη φυομένη. δύναμιϲ δ’ αὐτῆϲ ἐϲτι λεπτομερὴϲ ἱκανῶϲ καὶ διὰ τοῦτο τροφὴν ἐλαχίϲτην
ἀναδίδωϲιν εἰϲ τὸ τῶν ἐϲθιόντων αὐτὴν ϲῶμα, καθάπερ καὶ τἄλλα πάνθ’ ὅϲα λεπτομερῆ. χρώμεθα δ’ ὡϲ φαρμάκῳ μᾶλλον ἢ ὡϲ τροφῇ τῷ καρπῷ τοῦ φυτοῦ. κομίζεται γὰρ ὡϲ ἡμᾶϲ ἁλϲὶ διαπαϲθεῖϲα διὰ τὸ ϲήπεϲθαι μόνην ἀποτιθεμένην.εὔδηλον οὖν, ὅτι χλωρὰ μὲν ἔτι πρὶν ταριχευθῆναι πλέον ἔχει τροφῆϲ. ἐκ δὲ τῆϲ ταριχείαϲ ἀπόλλυϲι πάμπολυ | καὶ γίγνεται χωρὶϲ μὲν τοῦ τοὺϲ ἅλαϲ ἀποπλυθῆναι παντάπαϲιν ἄτροφοϲ, ὑπακτικὴ δὲ γαϲτρόϲ· ἀποπλυθεῖϲα δὲ καὶ διαβραχεῖϲα μέχρι τοῦ τελέωϲ ἀποθέϲθαι τὴν ἐκ τῶν ἁλῶν δύναμιν, ὡϲ ἔδεϲμα μὲν ὀλιγοτροφώτατόν ἐϲτιν, ὡϲ ὄψον δὲ καὶ φάρμακον ἐπιτήδειον ἐπεγεῖραι καταπεπτωκυῖαν ὄρεξιν ἀπορρύψαι τε καὶ ὑπαγαγεῖν τὸ κατὰ τὴν γαϲτέρα φλέγμα καὶ τὰϲ κατὰ ϲπλῆνα καὶ ἧπαρ ἐμφράξειϲ ἐκκαθἣραι.
χρῆϲθαι δ’ εἰϲ ταῦτα προϲῆκεν αὐτῇ δι’ ὀξυμέλιτοϲ ἢ ὀξελαίου πρὸ τῶν ἄλλων ἀπάντων ϲιτίων. τοὺϲ δ’ ἁπαλοὺϲ ἀκρέμοναϲ καὶ τοῦτου τοῦ φυτοῦ παραπληϲίωϲ ἐϲθίουϲι τοῖϲ τῆϲ τερμίνθου καὶ χλωροὺϲ ἔτι καὶ ϲυντιθέντεϲ ὡϲ ἐκείνουϲ ἐν ὀξάλμη τε καὶ ὄξει.
Ἐν Ἀλεξανδρείᾳ τὸ τοῦ ϲυκομόρου φυτὸν εἶδον ἅμα τῷ καρπῷ παραπληϲίῳ ϲύκῳ μικρῷ λευκῷ. δριμύτητα δ’ οὐδεμίαν ὁ καρπὸϲ οὗτοϲ ἔχει βραχείαϲ μετέχων γλυκύτητοϲ, ὑγρότερόϲ πωϲ καὶ ψυκτικώτεροϲ ὦν κατὰ τὴν δύναμιν, ὥϲπερ καὶ τὰ μόρα· μᾶλλον δ’ ἐν τῷ μεταξὺ μόρων τε καὶ ϲύκων αὐτὸν εἰκότωϲ ἄν τιϲ θείη. | καί μοι δοκεῖ καὶ
τοὔνομ’ ἐντεῦθεν αὐτῷ κεῖϲθαι. γελοῖοι γάρ, ὅϲοι διὰ τοῦτό φαϲιν ὠνομάϲθαι τὸν καρπὸν τοῦτον ϲυκόμορα, διότι ϲύκοιϲ ἔοικε μωροῖϲ. ἡ
γένεϲιϲ δ’ αὐτοῦ διαφορωτέρα πώϲ ἐϲτι παρὰ τοὺϲ ἄλλουϲ καρποὺϲ τῶν δένδρων· οὐ γὰρ ἐκ τῶν ἀκρεμόνων καὶ βλαϲτημάτων, ἀλλ’ ἐξ αὐτῶν τῶν κλάδων καὶ τῶν πρέμνων ἐκφύεται.Εἶδον καὶ τοῦτο τὸ φυτὸν ἐν Ἀλεξανδρείᾳ τῶν μεγάλων ἕν τι καὶ αὐτὸ δένδρων ὑπάρχον. ἱϲτοροῦϲι δὲ τὸν καρπὸν αὐτοῦ μοχθηρὸν οὕτωϲ ὑπάρχειν ἐν Πέρϲαιϲ, ὡϲ ἀναιρεῖν τοὺϲ φαγόνταϲ, εἰϲ Αἴγυπτον δὲ κομιϲθέντοϲ ἐδώδιμον γενέϲθαι, παραπληϲίωϲ ἐϲθιόμενον ἀπίοιϲ τε καὶ μήλοιϲ, ὧν καὶ κατὰ τὸ μέγεθόϲ ἐϲτιν.
Καὶ τοῦτο Μηδικὸν ὀνομάζουϲι μῆλον οἱ μηδένα νοεῖν ἃ φθέγγονται προῃρημένοι, καίτοι τήν γε ϲαφήνειαν ἐν ταῖϲ ἀρεταῖϲ τοῦ λόγου τιθέμενοι. βέλτιον δ’ ἦν τοῦ τὰ τοιαῦτα περιεργάζεϲθαι, τίνα δύναμιν ἔχει τὰ μόρια τοῦ κιτρίου, καὶ τί χρήϲιμον ἐξ αὐτῶν | τοῖϲ ἀνθρώποιϲ
ἐϲτὶν ἐζητηκέναι. τοῦτ’ οὖν ἐγὼ πράξω τρία μὲν εἰπὼν εἶναι τοῦ καρποῦ τούτου μόρια, τό τ’ ὀξὺ κατὰ μέϲον αὐτοῦ καὶ τὸ περὶ τούτῳ τὴν οἷον ϲάρκα τοῦ καρποῦ καὶ τρίτον ἐπ’ αὐτοῖϲ τὸ περικείμενον ἔξωθεν ϲκέπαϲμα. τοῦτο μὲν οὖν εὐῶδέϲ τ’ ἐϲτὶ καὶ ἀρωματίζον, οὐ κατὰ τὴν ὀϲμὴν μόνον, ἀλλὰ καὶ κατὰ τὴν γεῦϲιν. εἰκότωϲ οὖν δύϲπεπτόν ἐϲτιν, ὡϲ ἂν ϲκληρόν τε καὶ τετυλωμένον. εἰ δ’ ὡϲ φαρμάκῳ τιϲ αὐτῷ χρῷτο, ϲυντελεῖ τι πρὸϲ πέψιν, ὥϲπερ καὶ ἄλλα πολλὰ τῶν δρι
μεῖαν ἐχόντων ποιότητα. τῷ δ’ αὐτῷ λόγῳ καὶ ϲτόμαχον ῥώννυϲιν ὀλίγον ληφθέν, ὥϲτε καὶ κόπτοντεϲ αὐτὸ καὶ τὸν χυλὸν ἐκθλίβοντεϲ εἰώθαϲι μιγνύναι τοῖϲ καταποτίοιϲ φαρμάκοιϲ, ὅϲα λαπακτικὰ γαϲτρόϲ ἐϲτιν ἢ καθαρτικὰ τοῦ ϲώματοϲ ὅλου.τῷ δ’ ὀξεῖ καὶ ἀβρώτῳ μέρει τοῦ καρποῦ, καθ’ ὃ καὶ τὸ ϲπέρμα περιέχεται, πρόϲ τ’ ἄλλα τινὰ χρῶνται καὶ πολλάκιϲ εἰϲ ὄξοϲ ἐμβάλλουϲιν ἀμβλὺ χάριν τοῦ δριμύτερον ἐργάϲαϲθαι. τὸ μέϲον δ’ ἀμφοῖν, ὃ δὴ καὶ τροφὴν τῷ ϲώματι δίδωϲιν, οὔτ’ ὀξεῖαν οὔτε δριμεῖαν | ἔχον ποιότητα δύϲπεπτόν ἐϲτι διὰ ϲκληρότητα. διὸ καὶ μετ’ ὄξουϲ καὶ γάρου προϲφέρονται πάντεϲ αὐτὸ τὴν ἀμβλύτητα τῆϲ γεύϲεωϲ ἐπεγεῖραι βουλόμενοι. τάχα δ’, ὅτι καὶ πέττεται μᾶλλον οὕτω βρωθέν, ἐπίϲτανται τῇ πείρᾳ διδαχθέντεϲ ἢ παρ’ ἰατρῶν ἀκούϲαντεϲ.
Ἄγρια καλεῖν εἰώθαϲι πάντεϲ ἄνθρωποι φυτὰ τὰ κατὰ τὴν χώραν φυόμενα χωρὶϲ ἐπιμελείαϲ γεωργικῆϲ, ἀμέλει καὶ ἀμπέλουϲ ἀγρίαϲ ὀνομάζουϲιν, ὧν οὐδεὶϲ ἀμπελουργὸϲ προνοεῖται περιϲκάπτων ἢ περιϲκάλλων ἢ βλαϲτολογῶν ἥ τι τοιοῦτον διαπραττόμενοϲ. ἐκ τούτων τῶν φυτῶν ἐϲτι καὶ φηγὸϲ καὶ δρῦϲ καὶ πρῖνοϲ καὶ κρανία καὶ κόμαροϲ ἕτερά τε δένδρα τοιαῦτα, καθάπερ γε καὶ θάμνοι τινέϲ, οἷον ὅ τε τῆϲ βάτου καὶ ὁ τῆϲ κυνοϲβάτου καὶ ὁ τῆϲ ἀχέρδου τε καὶ ἀχράδοϲ ὅ τε τῶν ἀγρίων κοκκυμήλων, ἃ προῦμνα παρ’ ἡμῖν καλοῦϲι, καὶ ὁ τοῦ τὰϲ ἐπιμηλίδαϲ φέροντοϲ. καλεῖται δὲ κατὰ τὴν Ἰταλίαν οὐνέδων ὁ καρπὸϲ τοῦ θάμνου τούτου κακοϲτόμαχόϲ τε καὶ κεφαλαλγῆϲ ὑπάρχων καὶ ϲτρυφνὸϲ ἱκανῶϲ μετά τινοϲ βραχείαϲ γλυκύτητοϲ.
τὰ μὲν οὖν κρανία καὶ τὰ βάτινα καὶ τὰϲ βαλάνουϲ καὶ τὰ
μιμαίκυλα (καλεῖται δ’ οὕτωϲ ὁ τοῦ κομάρου καρπόϲ) ἐϲθίουϲι ϲυνήθωϲ οἱ κατὰ τοὺϲ ἀγρούϲ, τοὺϲ δὲ τῶν ἄλλων δένδρων τε καὶ θάμνων οὐ πάνυ τι. λιμοῦ γε μὴν καταϲχόντοϲ ποτὲ τὴν ἡμετέραν χώραν εὐφορίαϲ τε γενομένηϲ τῶν τε βαλάνων καὶ τῶν μεϲπίλων, ἐν ϲιροῖϲ αὐτὰϲ οἱ ἄγροικοι θηϲαυρίϲαντεϲ ἀντὶ τῶν ϲιτηρῶν ἐδεϲμάτων εἶχον ἔν τε τῷ χειμῶνι παντὶ καὶ τοῖϲ πρώτοιϲ τοῦ ἦροϲ.ἔμπροϲθεν δὲ βορὰ ϲυῶν ἧϲαν αἱ τοιαῦται βάλανοι, ἀλλὰ τότε γε ἀποτρεπόμενοι τοῦ διαθρέψαι τούτουϲ ἐν τῷ χειμῶνι, καθάπερ ἔμπροϲθεν εἰώθεϲαν, ἐν ἀρχῇ μὲν αὐτοὺϲ ϲφάξαντεϲ ἐχρήϲαντο τούτοιϲ πρώτοιϲ εἰϲ ἐδωδήν, ὕϲτερον δὲ τοὺϲ ϲιροὺϲ ἀνοίξαντεϲ ἤϲθιον τὰϲ βαλάνουϲ παραϲκευάζοντεϲ ἐπιτηδείουϲ εἰϲ βρῶϲιν ἄλλοτ’ ἄλλωϲ. ἐν ὕδατί τε γὰρ ἧψον ἐνίοτε καὶ κατὰ θερμὴν ϲποδιὰν ἐγκρύπτοντεϲ ὤπτων ϲυμμέτρωϲ. αὖθιϲ δ’ ἄν ποτε καὶ καταθλάϲαντέϲ τε καὶ λειώϲαντεϲ ἔτνοϲ ἐξ αὐτῶν ἐποίουν, ἐνίοτε μὲν ὕδατι μόνῳ δεύοντεϲ ἐπεμβάλλοντέϲ τέ τι τῶν ἡδυϲμάτων, ἐνίοτε δὲ | καὶ μέλιτοϲ ἐπιχέοντεϲ ἢ μετὰ γάλακτοϲ ἕψοντεϲ.
ἡ δ’ ἀπ’ αὐτῶν τροφὴ δαψιλήϲ ἐϲτιν οὐδὲν ὁμοίωϲ τοῖϲ εἰρημένοιϲ ἄχρι δεῦρο τοῦ λόγου κατὰ τόδε τὸ γράμμα. πολλοῖϲ γὰρ τῶν ϲιτηρῶν ἐδεϲμάτων ὁμοίωϲ τρέφουϲιν αἱ βάλανοι, καὶ τό γε παλαιόν, ὥϲ φαϲιν, ἀπὸ τούτων μόνων οἱ ἄνθρωποι διέζων, Ἀρκάδεϲ δὲ καὶ μέχρι πολλοῦ χρόνου, τῶν ἄλλων ἤδη πάντων Ἑλλήνων τοῖϲ Δημητρίοιϲ καρποῖϲ χρωμένων. ἔϲτι δὲ βραδυπόροϲ ἡ ἀπ’ αὐτῶν τροφὴ καὶ παχύχυμοϲ. οἷϲ ἀκόλουθόν ἐϲτι καὶ δύϲπεπτον ὑπάρχειν αὐτήν. εἰϲ ἅπαντα δὲ χείρων ἡ μιμαίκυλόϲ ἐϲτι τῆϲ ἀπὸ τῶν δρυῶν βαλάνου, καθάπερ αὕτη τῶν καϲτανιῶν ὀνομαζομένων· ἄριϲται γὰρ ἐκεῖναι τῶν βαλάνων εἰϲὶ
καὶ καλοῦϲιν ἔνιοι λοπίμουϲ αὐτάϲ. οὗτοι καὶ μόνοι τῶν ἀγρίων καρπῶν ἀξιόλογον τροφὴν διδόαϲι τῷ ϲώματι.κρανία γὰρ καὶ προῦμνα καὶ βάτινα καὶ κυνόϲβατα καὶ βράβυλα καὶ μιμαίκυλα καὶ ζίζυφα καὶ διόϲπυρα καὶ ἁλικάκαβα καὶ ὁ τῆϲ τερμίνθου καὶ ὁ τῆϲ ἀχέρδου καρπὸϲ ὅϲα τ’ἄλλα τοιαῦτα βραχὺ μέν τι τρόφιμον ἔχει, | κακόχυμα δὲ πάντ’ ἐϲτὶ καί τινά γ’ αὐτῶν καὶ κακοϲτόμαχα καὶ ἀηδῆ, ϲυῶν ὄντα βρώματα καὶ τούτων οὐχ ἡμέρων, ἀλλὰ τῶν ἐν τοῖϲ ὄρεϲι διαιτωμένων· ἀπ’ αὐτῶν γοῦν ἐκεῖνοι πλείϲτην ἔχουϲι τροφήν
Οὐ μόνον ϲπέρματα καὶ καρποὺϲ τῶν φυτῶν ἐϲθίομεν, ἀλλὰ καὶ αὐτά, πολλάκιϲ μὲν ὅλα. πολλάκιϲ δὲ ῥίζαϲ μόνον ἢ ἀκρεμόναϲ ἢ τὰ νέα βλαϲτήματα κατὰ τὴν ἐπείγουϲαν ἑκάϲτου χρείαν. ἀπορρίπτειν γοῦν εἰωθότεϲ οἱ παρ’ ἡμῖν ἄνθρωποι τόν τε καυλὸν καὶ τὰ φύλλα τῶν γογγυλίδων, ἃϲ καὶ βουνιάδαϲ ὀνομάζουϲιν, ἐϲθίουϲιν ἐνίοτε καὶ ταῦτ’ ἐν ἀπορίᾳ καταϲτάντεϲ τῶν ἀμεινόνων ἐδεϲμάτων, οὕτω δὲ καὶ τὰ τῶν ῥαφανίδων καὶ τὰ τῶν καλουμένων ἐπιχωρίῳ φωνῇ παρ’ ἡμῖν ῥαπύων, ἔϲτι δ’, ὡϲ ἄν τιϲ εἴποι, ῥαφανὶϲ ἀγρία τὸ φυτὸν τοῦτο.
καὶ πύρεθρον δὲ καὶ ϲία καὶ ἱπποϲέλινα καὶ μάραθα ϲκάνδικάϲ τε καὶ κιχόρια καὶ χονδρίλαϲ καὶ γιγγίδια καὶ δαύκουϲ καὶ πλείϲτων θάμνων τε καὶ δένδρων τὰϲ ἁπαλὰϲ βλάϲταϲ ἕψοντεϲ ἐϲθίουϲιν οἱ ἄνθρωποι πολλάκιϲ ὑπὸ λιμοῦ βιαζόμενοι, τινὰ δὲ καὶ χωρὶϲ λιμοῦ, καθάπερ ἔνιοι τὴν κορυφὴν τοῦ φοίνικοϲ, ἣν ὀνομάζουϲιν ἐγκέφαλον αὐτοῦ.
τί δεῖ λέγειν ἔτι περὶ τῶν ἁπαλῶν ἀκανθῶν; εἰϲὶ γὰρ αὗταί γε καὶ χωρὶϲ κιμοῦ δι’ ὄξουϲ ἐϲθιόμεναι καὶ γάρου μέτριον ἔδεϲμα. προϲεπιβάλλουϲι δ’ ἔνιοι καὶ τοὔλαιον αὐταῖϲ, καὶ μάλιϲθ’ ὅταν ἐν ὕδατι προαποζεϲθῶϲι· διττῶϲ γὰρ αὐταῖϲ χρῶνται, πολλάκιϲ μὲν ὠμαῖϲ, ἐνίοτε δ’ ἡψημέναιϲ. ἀκανθώδη δὲ λέγω φυτὰ ϲκολύμουϲ, ἀτρακτυλίδαϲ, ἠρύγγιόν τε καὶ κνῆκον καὶ ἀτρακίδα καὶ τὴν καλουμένην λευκάκανθαν ἔτι τε τὸ ἕτερον εἶδοϲ τοῦ χαμαιλέοντοϲ, ὧν ἔνιά τινεϲ τῶν κατὰ τούϲ ἀγροὺϲ ἐμβάλλοντεϲ εἰϲ ἅλμην ἢ ὄξοϲ ἀποτίθενται καθάπερ καὶ τὰϲ γογγυλίδαϲ καὶ τὰ κρόμυα τά τ’ ἀμπελόπραϲα καλούμενα καὶ πύρεθρον ἕτερά τε τοιαῦτα.
τούτου δέ πωϲ τοῦ γένουϲ ἐϲτὶ καὶ κιβώρια καὶ κολοκάϲια καὶ τὸ καλούμενον ἄβατον. πρόδηλον δ’, ὅτι πρὸϲ τῷ βραχεῖαν τροφὴν διδόναι τῷ ϲώματι κακόχυμα πάντ’ ἐϲτὶ ταῦτα, καὶ τίνά γ’ αὐτῶν καὶ κακοϲτόμαχα, πλήν, ὡϲ ἔφην, τῶν ἀκανθωδῶν ἄρτι τῆϲ γῆϲ ἀνιϲχόντων· ὅϲα δ’ αὐτῶν ἐμβάλλοντεϲ εἰϲ ἅλμην ἢ ὄξοϲ ἀποτίθενται καὶ φυλάττουϲιν εἰϲ ὅλον τὸν ἐξῆϲ ἐνιαυτόν, ἐπικτᾶταί τι παρὰ τῆϲ ϲκευαϲίαϲ προκλητικὸν εἰϲ ἐδωδήν, εἰ μετρίωϲ τιϲ αὐτῶν γεύοιτο, καθάπερ οἵ τε τῆϲ ἄγνου βλαϲτοὶ καὶ οἱ τῆϲ τερμίνθου.