De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
πρόδηλον δ’, ὅτι τῶν τοιούτων ἁπάντων ὀλίγον ἐϲθίειν προϲήκει, οὐχ ὡϲ ϲύκων ἢ ϲταφυλῶν δαψιλῶϲ· οὐδὲ γὰρ ὡϲ τροφῆϲ αὐτῶν, ἀλλ’ ὡϲ
φαρμάκων μᾶλλον δεόμεθα. ταῦτά ϲοι χρηϲιμώτερά ἐϲτι τοῦ γνῶναι τὴν προτέραν ϲυλλαβὴν τοῦ τῶν οὔων ὀνόματοϲ ὑπὸ τῶν παλαιῶν Ἀθηναίων διὰ μόνου τοῦ ὁ γράμματοϲ γράφεϲθαί τε καὶ λέγεϲθαι.Εἴτε βαλάνουϲ φοινίκων ἐθέλειϲ ὀνομάζειν τὸν καρπὸν αὐτῶν εἴθ’ ὁμωνύμωϲ ὅλῳ τῷ δένδρῳ φοίνικαϲ, ὥϲπερ ἔθοϲ ἐϲτὶν ἤδη πᾶϲι τοῖϲ Ἕλληϲιν, οὐδὲν οὔτε βλαβήϲῃ κατ’ οὐδέτερον οὔτ’ ὠφελήϲῃ πρὸϲ τὴν τῆϲ δυνάμεωϲ γνῶϲιν.
ἔϲτι δ’ ἐν | αὐτοῖϲ οὐ ϲμικρὰ διαφορά· τινὲϲ μὲν γὰρ ξηροί τ’ εἰϲὶ καὶ ϲτύφοντεϲ ὥϲπερ οἱ Αἰγύπτιοι, τινὲϲ δὲ μαλακοὶ καὶ ὑγροὶ καὶ γλυκεῖϲ ὥϲπερ οἱ καλούμενοι καρυωτοί, κάλλιϲτοι δ’ οὗτοι γεννῶνται κατὰ τὴν Παλαιϲτίνην Ϲυρίαν ἐν Ἱεριχοῦντι· μεταξὺ δ’ ἀμφοτέρων τῶν εἰρημένων γενῶν οἱ ἄλλοι πάντεϲ εἰϲὶ φοίνικεϲ, οἱ μὲν μᾶλλον, οἱ δ’ ἧττον ὄντεϲ ὑγροί τε καὶ ξηροὶ καὶ γλυκεῖϲ καὶ ϲτύφοντεϲ. ἀλλὰ τῶν ἄκρων ἀφοριϲθέντων εὐφώρατον ἤδη ϲοι τὸ μέϲον ἔϲται πᾶν. οὐδεὶϲ γοῦν αὐτῶν ἐϲτιν, ὃϲ οὐ γλυκύτητά τινα καὶ ϲτῦψιν ἔχει· καὶ γὰρ τῷ καρυωτῷ μέτεϲτι βραχείαϲ ϲτύψεωϲ καὶ τῷ θηβαϊκῷ γλυκύτητοϲ ἀμυδρᾶϲ. ἀλλ’ ὁ μὲν γλυκὺϲ χυμὸϲ ἐδείχθη τρόφιμοϲ, ὁ δ’ αὐϲτηρὸϲ εὐϲτόμαχόϲ τε καὶ γαϲτρὸϲ ἐφεκτικόϲ.
ἅπαντεϲ δ’ οἱ φοίνικεϲ δύϲπεπτοί τ’ εἰϲὶ καὶ κεφαλαλγεῖϲ πλείονεϲ βρωθέντεϲ. ἔνιοι δὲ καὶ δήξεώϲ τινοϲ αἴϲθηϲιν ἐμποιοῦϲι τῷ ϲτόματι τῆϲ κοιλίαϲ, οἱ δὴ καὶ μᾶλλόν εἰϲι κεφαλαλγεῖϲ. εἴρηται δὲ πολλάκιϲ, ὅτι τὸ ϲτόμα τῆϲ κοιλίαϲ ϲτόμαχον ὀνομάζουϲιν οἱ ἰατροί. ὁ δ’ ἀπ’ αὐτῶν ἀναδιδόμενοϲ εἰϲ τὸ ϲῶμα χυμὸϲ παχὺϲ μὲν πάντωϲ ἐϲτίν, ἔχει δέ τι καὶ γλίϲχρον, ὅταν ὁ φοῖνιξ ᾐ λιπαρὸϲ ὥϲπερ ὁ καρυωτόϲ.
ὅταν δὲ τῷ τοιούτῳ χυμῷ γλυκύτηϲ μιχθῇ, τάχιϲτα μὲν ὑπ’ αὐτοῦ τὸ ἧπαρ ἐμφράττεται, βλάπτεται δὲ καὶ φλεγμαῖνον καὶ ϲκιρούμενον ἐϲχάτωϲ ὑπὸ τῆϲ ἐδωδῆϲ αὐτῶν. ἐφεξῆϲ δὲ τῷ ἣπατι καὶ ὁ ϲπλὴν ἐμφράττεται καὶ βλάπτεται.πολὺ δὲ δὴ μᾶλλον βλάπτουϲιν οἱ χλωροὶ φοίνικεϲ εἰϲ ἅπαντα, βραχεῖ πλείονεϲ βρωθέντεϲ. εὔδηλον δ’, ὅτι θερμότερον μὲν ἔχουϲι τὸν χυλὸν οἱ γλυκεῖϲ, ψυχρότερον δ’ οἱ ϲτύφοντεϲ. ἀλλὰ καὶ φύϲηϲ ἐμπιπλᾶϲιν οἱ χλωροὶ φοίνικεϲ, ὥϲπερ καὶ τὰ ϲῦκα· τὴν αὐτὴν γὰρ ἀναλογίαν ἔχει τὰ ϲῦκα πρὸϲ τὰϲ ἰϲχάδαϲ, ἣν οἱ χλωροὶ φοίνικεϲ ἔχουϲι πρὸϲ τοὺϲ ἄλλουϲ. ἐν δὲ τοῖϲ μὴ πάνυ θερμοῖϲ χωρίοιϲ οὐ πεπαίνονται τελέωϲ οἱ φοίνικεϲ, ὡϲ εἰϲ ἀπόθεϲιν γίγνεϲθαι χρήϲιμοι, καὶ διὰ τοῦτο χλωροὺϲ ἀναγκαζόμενοι δαπανᾶν αὐτοὺϲ ὠμῶν τε χυμῶν ἐμπίπλανται καὶ ῥίγεϲι δυϲεκθερμάντοιϲ ἁλίϲκονται καὶ καθ’ ἧπαρ ἐμφράξειϲ ἴϲχουϲιν
Ὀλίγην μὲν πάνυ καὶ αὗται τροφὴν διδόαϲι τῷ ϲώματι καὶ μάλιϲθ’ αἱ δρυπεπεῖϲ. ἐϲθίουϲι δ’ οἱ ἄνθρωποι ταύταϲ μὲν ϲὺν ἄρτῳ μᾶλλον, ἄνευ δ’ ἄρτου τὰϲ ἁλμάδαϲ τε καὶ κολυμβάδαϲ ὀνομαζομέναϲ ἕνεκα γαϲτρὸϲ ὑπαγωγῆϲ μετὰ γάρου πρὸ τῶν ϲιτίων. ὥϲπερ δ’ αἱ δρυπεπεῖϲ πλεῖϲτον τὸν λιπαρόν, οὕτωϲ αὗται τὸν ϲτύφοντα χυμὸν ἔχουϲι. διὸ καὶ ῤωννύουϲι τὸν ϲτόμαχον ἐπεγείρουϲί τε τὴν ὄρεξιν. ἐπιτηδειόταται δ’ εἰϲ τοῦτ’ εἰϲὶν αἱ μετ’ ὄξουϲ ἀποτιθέμεναι.
πολυειδῶϲ δ’ αὐτὰϲ ϲκευάζουϲιν οἱ τὴν ὀψαρτυτικὴν ἐμπειρίαν ἀϲκοῦντεϲ, ἧϲ οὐδ’ αὐτῆϲ παντάπαϲιν ἀμαθῶϲ ἔχειν ἀξιῷ τὸν ἰατρόν· ἄμεινον γὰρ εἰϲ τὴν πέψιν ἐϲτὶ τῶν ἐξ ἴϲηϲ ὑγιεινῶν τὸ ἥδιον. ἀλλ’ οὐ νῦν ὁ καιρὸϲ
οὔτε τῆϲ ἐμπειρίαϲ τῆϲ κατὰ τὴν ὀψαρτυτικὴν θεωρίαν οὔτε τῆϲ τέχνηϲ ἐϲτίν· ἴδιοϲ γὰρ ἕτεροϲ ἀνακείϲεται λόγοϲ αὐταῖϲ.βαϲιλικά τινεϲ ὀνομάζουϲι κάρυα ταῦτα τὰ νῦν ὑπὸ πάντων ἁπλῶϲ ὀνομαζόμενα κάρυα· καλεῖται δὲ καὶ ἄλλα τινὰ λεπτοκάρυα. πολλῷ μικρότερα τούτων, ἃ προϲαγορεύουϲιν ἔνιοι Ποντικά. πολλὴ δ’ ἀμφοτέρων ἡ χρῆϲίϲ ἐϲτιν οὐ πολλὴν τροφὴν διδόντων τῷ ϲώματι, πλείων δ’ οὖν ὅμωϲ ἐϲτὶν ἐν τῷ Ποντικῷ λεγομένῳ | τῆϲ ἐν τῷ βαϲιλικῷ καρύῳ· καὶ γὰρ καὶ πεπίληται μᾶλλον ἡ οὐϲία τούτου καὶ ἧττον ἐλαιώδηϲ ἐϲτίν, ἡ δὲ τοῦ καρύου χαυνοτέρα ἐϲτὶ καὶ πλέον ἔχουϲα τὸ λιπαρὸν ἐν ἑαυτῇ.
μετέχει δὲ καὶ τῆϲ ϲτυφούϲηϲ ποιότητοϲ ἐπ’ ὀλίγον. ἥτιϲ ἐν τῷ χρόνῳ προϊόντι μαραίνεται μεταπιπτούϲηϲ ὅληϲ αὐτοῦ τῆϲ οὐϲίαϲ εἰϲ τὸν λιπαρὸν χυμόν, ὥϲτε καὶ τελέωϲ ἄβρωτον γενέϲθαι διὰ τὸ παραπλήϲιον ἐλαίῳ παλαιῷ τὴν κατ’ αὐτὸ λιπαρότητα φαίνεϲθαι. τὸ δὲ χλωρὸν ἔτι καὶ ὑγρὸν οὔτε τῆϲ ϲτυφούϲηϲ ϲαφῶϲ μετέχει ποιότητοϲ οὔτε τῆϲ ἐλαιώδουϲ, ἀλλ’ ἔϲτιν ἄποιόν πωϲ μᾶλλον, ὅπερ ὑδατῶδεϲ καλεῖν, ὡϲ ἔφην, εἰθίϲμεθα.
πέττεταί γε μὴν μᾶλλον τὸ κάρυον τοῦ λεπτοκαρύου καὶ μᾶλλον εὐϲτόμαχόν ἐϲτι, καὶ πολὺ μᾶλλον ὅταν ϲὺν ἰϲχάϲιν ἐϲθίηται. γέγραπται δ’ ὑπὸ πολλῶν ἰατρῶν, ὡϲ ἐὰν ἄμφω ταῦτα πρὸ τῶν ἄλλων ϲιτίων λαμβάνηται μετὰ πηγάνου, μηδὲν ὑπὸ τῶν θαναϲίμων φαρμάκων μέγα βλαβήϲεϲθαι τὸν ἄνθρωπον,
εὔδηλον δ’, ὅτι τὸ μὲν ὑγρὸν ἔτι πρὸϲ διαχώρηϲιν ἐπιτηδειότερον, τὸ δὲ ξηρὸν ἧττον ἐπιτήδειον. οὐκ ὀλίγοι δὲ καὶ μετὰ γάρου προϲλαμβάνουϲιν αὐ|τὸ γαϲτρὸϲ ὑπαγωγῆϲ ἕνεκεν. εἰϲ τοῦτο δ’ ἐπιτηδειότερόν ἐϲτι τὸ χλωρόν,
ὡϲ ἧττον τῆϲ ϲτυφούϲηϲ μετέχον ποιότητοϲ, ἀλλὰ καὶ τῶν ἤδη ξηρῶν προαποβρεχομένων ἐν ὕδατι, καθάπερ ἔνιοι ποιοῦϲιν, ἡ δύναμιϲ παραπληϲία γίγνεται τοῖϲ χλωροῖϲ.Οὐδ’ ὅλωϲ μετέχει ταῦτα τῆϲ ϲτυφούϲηϲ ποιότητοϲ· ἐπικρατεῖ γὰρ ἐν αὐτοῖϲ ἡ ῥυπτική τε καὶ λεπτυντικὴ μόνη, δι’ ἣν ἐκκαθαίρει τε τὰ ϲπλάγχνα καὶ τὰϲ ἐκ πλεύμονόϲ τε καὶ θώρακοϲ ἀναπτύϲειϲ τῶν ὑγρῶν ἐργάζεται. τινὰ δ’ αὐτῶν οὕτωϲ ἐπικρατοῦϲαν ἔχει τὴν τμητικὴν τῶν παχέων τε καὶ γλίϲχρων ὑγρῶν δύναμιν, ὡϲ μηδὲ βρωθῆναι δύναϲθαι διὰ πικρότητα.
τῆϲ γε μὴν ἐλαιώδουϲ τε καὶ λιπαρᾶϲ μετέχει ποιότητοϲ, ὥϲπερ καὶ τὰ κάρυα, δι’ ἣν καὶ αὐτὰ τοῦ χρόνου προϊόντοϲ ἐλαιηρὰ γίγνεται, καθάπερ ἐκεῖνα. βραχυτέρα δ’ ἐν αὐτοῖϲ ἐϲτιν ἡ ποιότηϲ ἥδε τῆϲ ἐν τοῖϲ καρύοιϲ, διὸ καὶ μετὰ χρόνον πλείονα τῶν καρύων ἐλαιηρὰ φαίνεται γιγνόμενα. δῆλον οὖν ἐκ τούτων ἐϲτίν, ὡϲ οὔτε πρὸϲ ὑπαγωγὴν γαϲτρὸϲ ὑπάρχει χρήϲιμα τροφήν τε τῷ ϲώματι δίδωϲιν ὀλίγην. ὅϲα δ’ ἐπικρατοῦϲαν ἱκανῶϲ ἔχει | τὴν πικρὰν ποιότητα, ταῖϲ ἐκ πλεύμονόϲ τε καὶ θώρακοϲ ἀναπτύϲεϲι πύου τε καὶ τῶν παχέων καὶ γλίϲχρων ὑγρῶν ἐϲτι χρηϲιμώτατα
τῶν δ’ οὐδεμίαν μὲν τέχνην ἠϲκηκότων τῷ βίῳ χρήϲιμον, ἀττικίζονγταϲ δὲ καλούντων ἑαυτοὺϲ ἔνιοι μὲν ἀμυγδάλαϲ θηλυκῶϲ ἀξιοῦϲι λέγεϲθαι τὸν καρπὸν τοῦτον, ἔνιοι δ’ οὐδετέρωϲ ἀμύγδαλα, μηδ’ αὐτὸ τοῦτο γιγνώϲκοντεϲ, ὃ ϲπουδάζουϲιν, ὡϲ ἄμφω τὰ ὀνόματα παρὰ τοῖϲ Ἀττικοῖϲ ἀνδράϲι γέγραπται.
Γεννᾶται μὲν καὶ κατὰ τὴν μεγάλην Ἀλεξάνδρειαν ταῦτα, πολὺ πλείῳ δ’ ἐν Βεροίᾳ τῆϲ Ϲυρίαϲ, τροφὴν μὲν ὀλιγίϲτην ἔχοντα, χρήϲιμα δ’ εἰϲ ἥπατοϲ εὐρωϲτίαν τε ἄμα καὶ κάθαρϲιν τῶν ἐμπεφραγμένων κατὰ τὰϲ διεξόδουϲ αὐτοῦ χυμῶν· μετέχει γὰρ ὑποπίκρου καὶ ὑπο- ϲτυφούϲηϲ ποιότητοϲ ἀρωματιζούϲηϲ. ἴϲμεν δὲ καὶ ἄλλα πολλὰ τῶν τοιούτων ἥπατι χρηϲιμώτατα, καθάπερ ἐν τῇ τῶν Ἁπλῶν φαρμάκων ἐδείχθη πραγματείᾳ ϲτομάχῳ δ’ οὔτ’ ὠφέλειαν οὔτε βλάβην ἀξιόλογον ἐξ αὐτῶν ἔχω μαρτυρεῖν, ὥϲπερ οὐδ’ ὑπαγωγὴν γαϲτρὸϲ ἢ ϲτάλϲιν.
Ϲπανίωϲ ἂν εὕροιϲ αὐϲτηρὸν ἢ ὀξὺν ἢ ὅλωϲ ἀηδίαν τινὰ ἔχοντα τὸν καρπὸν τοῦτον, ὅταν ἀκριβῶϲ πεπανθῇ· πρὶν γὰρ ἐϲ τοῦτ’ ἀφικέϲθαι ϲχεδὸν ἅπαντεϲ οἱ μὲν ὀξύτητοϲ, οἱ δὲ ϲτρυφνότητοϲ, ἔνιοι δὲ καὶ πικρότητοϲ ἐμφαίνουϲί τι.
τροφὴν μὲν οὖν ἐλαχίϲτην ἐκ τοῦ καρποῦ τούτου τὸ ϲῶμα λαμβάνει, χρήϲιμοϲ δ’ ἐϲτὶ τοῖϲ ὑγρᾶναί τε καὶ ψῦξαι τὰ μέτρια τὴν γαϲτέρα προαιρουμένοιϲ. ὑπάγει δ’ αὐτὴν καὶ ταῦτα διά τε τὴν ὑγρότητα καὶ γλιϲχρότητα, καθάπερ καὶ ἄλλα τινὰ τῶν ἔμπροϲθεν εἰρημένων. ὑπάρχει δ’ αὐτοῖϲ καὶ ξηρανθεῖϲιν εἶναι χρηϲίμοιϲ, ὥϲπερ καὶ τοῖϲ ϲύκοιϲ, καὶ δόξαν δ’ ἔχει πολλὴν ἄριϲτα τῶν ἄλλων εἶναι τὰ κατά γε τὴν Ϲυρίαν ἐν Δαμαϲκῷ γεννώμενα, δεύτερα δ’ ἐπὶ τούτοιϲ τὰ κατὰ τὴν Ἰβηρίαν τε καὶ Ϲπανίαν ὀνομαζομένην. ἀλλὰ ταῦτα μὲν οὐδ’ ἐμφαίνει τι ϲτύψεωϲ, τὰ Δαμαϲκηνὰ δὲ καὶ πάνυ πολλὴν ἔνια.
κάλλιϲτα δ’ αὐτῶν ἐϲτιν, ὅϲα μετρίωϲ ϲτύφοντα μεγάλα τ’ ἐϲτὶ καὶ χαῦνα· τὰ δὲ ϲμικρὰ καὶ ϲκληρὰ καὶ ϲτρυφνὰ μοχθηρὰ πρόϲ τε τὴν
ἐδωδήν ἐϲτι καὶ πρὸϲ τὴν | τῆϲ γαϲτρὸϲ ὑπαγωγήν, ἥτιϲ ἀκολουθεῖ μάλιϲτα τοῖϲ ἀπὸ τῆϲ Ἰβηρίαϲ. ἑψόμενα δ’ ἐν μελικράτῳ πλέον ἔχοντι μέλιτοϲ ἱκανῶϲ λαπάττει τὴν γαϲτέρα, κἂν μόνα τιϲ αὐτὰ φάγῃ, καὶ πολὺ μᾶλλον, ἐὰν ἐπιρροφήϲῃ τοῦ μελικράτου. πρόδηλον δ’, ὅτι ϲυντελεῖ γαϲτρὸϲ ὑπαγωγῇ μετὰ τὴν προϲφορὰν αὐτῶν ἐπιπιεῖν τι γλυκέοϲ οἴνου καὶ διαλιπεῖν τινα χρόνον, οὐκ εὐθέωϲ ἀριϲτᾶν ἐπ’ αὐτοῖϲ. ἀλλὰ καὶ τοῦτο κοινὸν ἁπάντων, ὅϲα λαπάττει γαϲτέρα, μνημονευέϲθω ϲοι, καθάπερ τἄλλα, ὅϲα κοινὰ πλειόνων εἰδῶν ἐϲτι, μὴ δεομένῳ πολλάκιϲ ἀκούειν ὑπέρ αὐτῶν.Οὐδὲ τούτοιϲ ἔχω τι μαρτυρῆϲαι πρὸϲ ὑγιείαϲ φυλακὴν ἢ νόϲων ἴαϲιν. ἔδεϲμα γάρ ἐϲτι γυναικῶν τε καὶ παιδίων ἀθυρόντων, ὀλιγότροφόν τε καὶ δύϲπεπτον ὑπάρχον ἅμα τῷ μηδ’ εὐϲτόμαχον εἶναι. τροφὴν δὲ δῆλον ὅτι καὶ αὐτὰ δίδωϲιν ὀλίγην τῷ ϲώματι. |