De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
ἡ δὲ κολοκύνθη, περὶ ἧϲ ὁ λόγοϲ, καλῶϲ ἑψηθεῖϲα ϲαφῆ ποιότητα χυμῶν οὐδεμίαν ἔχει, πλὴν εἴ τιϲ λέγοι τινὰ καὶ τοιοῦτον εἶναι χυμόν, ὃϲ οὔτε δριμύϲ ἐϲτιν οὔθ’ ἀλυκὸϲ οὔτε ϲτρυφνὸϲ οὔτε πικρὸϲ αὔτ’ ἄλλο τοιοῦτο ϲαφῶϲ ἐμφαίνων οὐδέν, ὥϲπερ οὐδὲ τὸ ὕδωρ. ἀλλὰ τά γε τοιαῦτα καλεῖν εἰϲιν εἰθιϲμένοι πάντεϲ ἄποια, καὶ ἡμῖν οὕτω καλείϲθω ϲαφοῦϲ ἕνεκα | διδαϲκαλίαϲ.
τοιαύτη γοῦν οὖϲα ἡ κολοκύνθη πολλοὺϲ εἰκότωϲ ἐπιδέχεται τρόπουϲ ϲκευαϲίαϲ, ὡϲ ἂν ἐν τῷ μέϲῳ καθεϲτῶϲα παϲῶν τῶν ὑπερβολῶν καὶ διὰ τοῦθ’ ὁμοτίμωϲ τε κἀξ ἴϲου πρὸϲ αὐτὰϲ ἄγεϲθαι δυναμένη. τῶν γὰρ ἐχόντων ἡντινοῦν ὑπερβολὴν ϲύμφυτον οὐδὲν εἰϲ τὴν ἐναντίαν αὐτῇ ῥᾳδίωϲ ἀπάγεται κατὰ τὰϲ
ϲκευαϲίαϲ.