De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
τὸ μὲν οὖν ὑγραίνειν διὰ παντὸϲ ἔχει, τὸ δ’ ἐμψύχειν οὐχ ἕξει προϲενεχθέντα θερμὰ τοῖϲ ὥϲπερ εἴρηται διακειμένοιϲ· οὐ γὰρ εἰϲ τοϲοῦτον ψυχρὰ
ταῖϲ οἰκείαιϲ κράϲεϲίν ἐϲτιν, ὥϲτε, κἂν θερμὰ προϲενεχθῇ, ψύχειν τὴν γαϲτέρα. δεῖται τοίνυν ἐπικτήτου ψύξεωϲ, ἐναντιουμένηϲ τῇ θερμότητι τῶν κατὰ τὴν γαϲτέρα τε καὶ τὸ ἧπαρ μορίων, οἷϲ πρώτοιϲ ὁμιλεῖ. τούτων οὖν προεγνωϲμένων κοινῇ περὶ πάντων τῶν τοιούτων ἐδεϲμάτων ἐπὶ τὰϲ ἰδίαϲ ἑκάϲτου δυνάμειϲ ἤδη μεταβήϲομαι. |Ὠμὴ μὲν ἀηδήϲ ἐϲτι καὶ κακοϲτόμαχοϲ ἐϲχάτωϲ καὶ ἄπεπτοϲ· ὥϲτ’ εἰ καὶ βιάϲαιτό τιϲ ἑαυτὸν ἀπορῶν ἑτέρου ϲιτίου προϲενέγκαϲθαι κολοκύνθην, ὥϲπερ ἤδη τιϲ ἐτόλμηϲε, βάρουϲ ἐγκειμένου ψυχροῦ κατὰ τὴν κοιλίαν αἰϲθήϲεται τόν τε ϲτόμαχον ἀνατραπήϲεται καὶ πρὸϲ ἔμετον ὁρμήϲει, τὸν μόνον αὐτὸν ἐλευθερῶϲαι δυνάμενον τῶν κατεχόντων ϲυμπτωμάτων. καὶ ταύτην γοῦν καὶ ἄλλα πολλὰ τῶν ὡραίων ἅπαντεϲ ἄνθρωποι μετὰ τὴν ἕψηϲιν ἤτοι γ’ εὐθέωϲ ἢ ταγηνίϲαντεϲ ἢ ὀπτήϲαντεϲ εἰώθαϲι προϲφέρεϲθαι. καί ϲοι καὶ οὗτοϲ ἐν τῇ μνήμῃ φυλαττέϲθῳ ὁ λόγοϲ, κοινὸϲ ἐπὶ πᾶϲι τοῖϲ δεομένοιϲ ἀλλοιώϲεωϲ τυχεῖν τῆϲ διὰ πυρόϲ.