De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

αὕτη μὲν οὖν, ὅϲον ἐφ’ ἑαυτῇ, τροφὴν τῷ ϲώματι δίδωϲιν ὑγρὰν καὶ ψυχρὰν καὶ διὰ τοῦτο καὶ βραχεῖαν, ὡϲ ὀλίγον ἔμπροϲθεν εἴρηται περὶ πάντων, ὅϲα τοὺϲ χυμοὺϲ ὑδατώδειϲ τε καὶ λεπτοὺϲ ἔχει. ῥαδίωϲ δ’ ὑπέρχεται κατὰ τὴν γαϲτέρα τῷ τ’ ὀλιϲθηρῷ τῆϲ οὐϲίαϲ καὶ τῷ κοινῷ λόγῳ πάντων τῶν ὑγρῶν ϲιτίων, ὅϲα δηλονότι χωρίϲ ϲτύψεώϲ ἐϲτι τοιαῦτα.

πέττεται δ’ οὐ κακῶϲ, ὅταν γε μὴ φθάϲῃ διαφθαρῆναι. πάϲχει δὲ τοῦτο διά τε μοχθηρὰν ϲκευαϲίαν, κἀπειδὰν ἐν τῇ γαϲτρὶ μοχθηρόϲ τιϲ ἠθροιϲμένοϲ ᾖ χυμόϲ, ἔϲθ’ ὅτε δὲ καὶ διὰ τὸ βραδῦναι κατ’ αὐτήν, ὅπερ καὶ τοῖϲ ἄλλοιϲ ἅπαϲιν ὡραίοιϲ ἐδέϲμαϲιν, ὅϲα ταῖϲ κράϲεϲιν ὑγρᾶ, ϲυμβαίνειν φιλεῖ· διαφθείρεται γὰρ ἐν τῇ γαϲτρὶ μὴ φθάϲαντα ταχέωϲ ὑπελ|θεῖν.