De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
τὸ δ’ ἡμέτερον φάρμακον, ὃ τοῖϲ ἀνορέκτοιϲ ϲκευάζομεν, οὐκ ἐκ μόνου μέλιτοϲ καὶ χυλοῦ μήλων
ἐϲτίν, ἀλλὰ καὶ πεπέρεωϲ ἔχει τι λευκοῦ καὶ ζιγγιβέρεωϲ καὶ ὄξουϲ. οὐ μὴν νῦν γε καιρὸϲ αὐτοῦ τῆϲ διδαϲκαλίαϲ ἐϲτὶν ἑτέρωθι τελέωϲ εἰρημένη.Ἃ περὶ μήλων εἶπον, ἅπαντα μεταφέρων ἐπὶ τὰϲ ἀπίουϲ τε καὶ τὰϲ ῥόαϲ οὐδενὸϲ ἔτι νεωτέρου περὶ αὐτῶν ἑτέρου δεήϲῃ λόγου. καὶ γὰρ ἐν ταύταιϲ ἔνιαι μὲν αὐϲτηραὶ μόνον ἢ ϲτρυφναὶ φαίνονται, καθάπερ γε τινὲϲ μὲν ὀξεῖαι, τινὲϲ δὲ γλυκεῖαι, τινὲϲ δ’ ἐκ τῆϲ τούτων μίξεωϲ ϲυγκείμεναι, καὶ τινὲϲ ὅλωϲ οὐδεμίαν ἔχουϲαι τοιαύτην ἐπικρατοῦϲαν ποιότητα καὶ διὰ τοῦθ’ ὑδατώδειϲ τε καὶ ἀβλαβεῖϲ οὖϲαι. τῶν μὲν οὖν ἀπίων ἡ χρῆϲιϲ ὁμοία κατὰ πᾶν ἐϲτι τῇ τῶν μήλων.