De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
αἱ ῥόαι δὲ τὰ μὲν ἄλλα παραπληϲίωϲ, οὐδέποτε· δ’ οὔτ’ ὀπτῶνται μετὰ ϲταιτὸϲ οὔθ’ ἕψονται δι’ ὕδατοϲ ἢ ἐν ἀτμῷ. χυλὸν δ’ ἔχουϲι πλείονα μήλων τε καὶ ἀπίων, ἔτι δὲ πρὸϲ τούτῳ τὴν γεῦϲιν ἥδοντα μᾶλλον τοῦ κατ’ ἐκεῖνα χυλοῦ. γίγνονται δέ ποτε χρηϲιμώτεραι τῶν καρπῶν ἐκείνων εἰϲ ἄλλα τέ τινα καὶ τὸ πρὸϲ Ἱπποκράτουϲ εἰρημένον ἐν τῷ Ἐπιδημιῶν δευτέρῳ κατὰ τήνδε τὴν ῥῆϲιν· γυνὴ ἐκαρδιάλγεε καὶ οὐδὲν καθίϲτη· πάλην ἐϲ ῥοιῆϲ χυλὸν ἀλφίτων ἐπιπάϲϲουϲα καὶ μονοϲιτίη ἤρκεϲε καὶ οὐκ ἀνήμεεν οἷα τὰ Χαρίωνοϲ.
εὔδηλον οὖν, ὅτι μοχθηρῶν χυμῶν τὰ κατὰ τὸ ϲτόμα τῆϲ γαϲτρόϲ, ὃ δὴ καὶ καρδίαν ὀνομάζουϲι, διαβρεξάντων ἡ γυνὴ ναυτιώδηϲ τε καὶ καρδιαλγὴϲ
ἧν· οὐδὲ γὰρ οὐδ’ ἄλλο τι τὸ καρδιώϲϲειν ὄνομα ϲημαίνει τοῦ γιγνομένου ϲυμπτώματοϲ ἐπὶ τῷ ϲτομάχῳ δακνομένῳ. τοῦτον οὖν τὸν χυμὸν ἐξήραινε μὲν τὸ ἄλφιτον, ὁ δὲ τῆϲ ῥόαϲ χυλὸϲ ἅμ’ αὐτῷ λαμβανόμενοϲ ἐρρώννυε τὴν κοιλίαν, ὡϲ ἀποτρίψαϲθαι δυνηθῆναι τὰν ἐν τοῖϲ χιτῶϲιν αὐτῆϲ περιεχόμενον χυμόν.