De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
ἐπεποιήκει δὲ κατὰ τὸ ϲτόμα τοῦ ἀγγείου πυκνὸν ἐπίπαγον, οἷοϲ καὶ μέλιτι πολλάκιϲ ἐπιπήγνυται καὶ ἄλλοιϲ τιϲί· καὶ χρὴ φυλάττειν αὐτὸν ἐπικείμενον, ὅταν ἐθέλῃϲ ἀμετάβλητον ἐπὶ πλεῖϲτον διαμεῖναι τὸ φάρμακον ἢ τὸ μέλι. τοῦτο μὲν οὖν εἰρήϲθω μοι κατὰ τὸ πάρεργον· οὗ δ’ ἕνεκεν ἐμνημόνευϲα τοῦ μὴ διαφθαρέντοϲ ἐν χρόνῳ πλείονι φαρμάκου, πάλιν ἀναλήψομαι.
μόνιμοϲ ὁ τῶν ϲτρουθίων μήλων χυλόϲ ἐϲτιν, ὅταν καλῶϲ ϲκευαϲθῇ, καθάπερ γε καὶ ὁ τῶν κυδωνίων, ἀλλ’ ἧττον οὗτοϲ ἡδὺϲ ὑπάρχει καὶ μᾶλλον ϲτύφων· ὥϲτ’ εἴη ἄν ποτε καὶ τοῦδε χρεία πρὸϲ ῥῶϲιν ἱκανῶϲ ἐκλύτου γαϲτρόϲ. ἐν Συρίᾳ δὲ καὶ τὸν καλούμενον μηλοπλακοῦντα ϲυντιθέαϲιν, ἔδεϲμα μόνιμον οὕτωϲ, ὡϲ εἰϲ Ῥώμην κομίζεϲθαι μεϲτὰϲ αὐτοῦ λοπάδαϲ καινάϲ. ϲύγκειται δ’ ἐκ μέλιτόϲ τε καὶ ϲαρκὸϲ μήλων λελειωμένηϲ ἑφθῆϲ ἅμα τῷ μέλιτι.